13
νηʹ.Περὶ κρομμύου.Κρόμμυον ἐκ τῆς τετάρτης
14
ἐστὶ τάξεως τῶν θερμαινόντων. ἡ δ’ οὐσία παχυμερής ἐστιν
15
αὐτοῦ μᾶλλον, ὅθεν καὶ τὰς αἱμοῤῥοΐδας ἀναστομοῖ προστιθέμενον
16
καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς
17
ἀποῤῥύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου
18
παρορμᾷ τὰς τρίχας. εἰ δ’ ἀποχωρίσειεν αὐτοῦ τις 12.49
1
τὸν χυλὸν, ὅσον μὲν ὑπόλοιπον ἱκανῶς ἐστι γεώδους οὐσίας
2
θερμῆς, αὐτὸς δ’ ὁ χυλὸς ὑδατώδους τε καὶ ἀερώδους θερμότητος.
3
οὕτω οὖν καὶ τοὺς ὑποχεομένους καὶ ἀμβλυώττοντας
4
ἐπὶ πάχει χυμῶν ὀνίνησιν ὑπαλειφόμενος. ἐκ δὲ τῆς τούτου
5
κράσεως ὅλον τὸ κρόμμυον φυσῶδές ἐστιν ἐσθιόμενον,
6
καὶ διὰ τοῦτο ὅσα ξηρότερα τὴν κρᾶσιν ἀφυσότερα.