6
λστʹ.Περὶ ἀμυγδάλων.Ἀμύγδαλα. τὰ μὲν πικρὰ
7
φανερῶς τῆς λεπτυνούσης παντελῶς ἐστι δυνάμεως καὶ τῇ
8
ποιότητι τεκμαιρομένῳ καὶ τῇ πείρᾳ κρίνοντι. περὶ μὲν οὖν
9
τῆς πικρᾶς ποιότητος ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων
10
εἴρηται· τῶν δὲ τῆς πείρας ἀρκεῖ δύο ταῦτα προχειρισαμένων
11
ἐξ αὐτῶν τούτων διδαχθῆναι περὶ τῆς δυνάμεως
12
αὐτῶν. ἔφηλίν τε οὖν ἀποκαθαίρει καὶ ταῖς ἐκ θώρακός τε
13
καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν
14
ἱκανῶς συντελεῖ. ταῦτα δὲ ἡμῖν ἐδείκνυτο κατὰ γένος
15
μὲν τῆς λεπτυντικῆς, κατ’ εἶδος δὲ τῆς ῥυπτικῆς ἔχεσθαι
16
δυνάμεως. καὶ μὲν δὴ καὶ ὅτι τῆς ἐκφρακτικῆς κατὰ συμβεβηκὸς
17
εἴη ἂν δυνάμεως, ἐπιδέδεικται καὶ τοῦτο πρόσθεν.
18
ἀλλὰ ἡ πεῖρα μαρτυρεῖ. τὰς γοῦν ἐν ἥπατι παχέων τε καὶ 11.828
1
γλίσχρων χυμῶν ἐν τοῖς πέρασι τῶν ἀγγείων σφηνώσεις
2
ἱκανῶς ἐκκαθαίρει. καὶ μὲν δὴ καὶ τῶν πλευρῶν ἀλγήματα
3
τὰ διὰ τὴν τοιαύτην αἰτίαν γιγνόμενα καὶ κατὰ σπληνὸς
4
καὶ κώλου καὶ νεφρῶν ἰᾶται. καὶ τὸ δένδρον αὐτὸ σύμπαν
5
ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας
6
ἑφθὰς ἐπιπάττοντες ἀποκαθαίρουσιν ἐφήλεις. ὅσα δὲ γλυκέα
7
τῶν ἀμυγδάλων, μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος.
8
ἀλλ’ ἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται,
9
κατάδηλον δ’ ἐναργῶς γίνεται χρονιζόντων αὐτῶν. ἐπιδέδεικται
10
δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ γλυκεῖα ποιότης θερμὴ
11
συμμέτρως ἐστίν.