3
Κεφ. ιʹ.αʹ.Περὶ καλαμίνθης.Καλαμίνθη λεπτομερὴς
4
τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ
5
τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας.
6
ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα
7
καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει
8
δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς
9
ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι
10
τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει
11
τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος
12
ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε
13
καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς
14
καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα.
15
διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ
16
περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες
17
ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ
18
λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων 12.5
1
καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων
2
ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους
3
εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον,
4
ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη
5
καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν
6
δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ
7
γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν
8
καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ
9
τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας
10
λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων
11
χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον,
12
ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν
13
ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων
14
θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια
15
καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ
16
καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ
17
τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης
18
αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη 12.6
1
πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ
2
λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας
3
ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε.
4
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας,
5
ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος
6
ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη
7
τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ
8
μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς
9
καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν
10
μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα
11
τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα,
12
καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν
13
τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι
14
δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.