3
ζʹ.Περὶ φρυγίου.Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ
4
φρύγιος καλούμενος. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ
5
πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτὸν καθ’ ἑαυτὸν
6
ἢ δι’ ὄξους ἢ δι’ οἰνομέλιτος ἢ δι’ ὀξυκράτου. πρὸς ὀφθαλμοὺς
7
δὲ ξηρὸν ποιῶν φάρμακον, ὃ πολλοὶ λαβόντες ἔχουσιν
8
ἤδη παρ’ ἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται
9
δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων
10
πραγματείαν. νυνὶ δ’ ἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι
11
δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως
12
ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστά
13
τε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν
14
αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ
15
διαφορητικήν.