18
ηʹ.Περὶ καρδάμου.Καρδάμου τὸ σπέρμα καυστικῆς 12.12
1
μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας,
2
κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν
3
αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ
4
τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν
5
δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον,
6
ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ
7
ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι
8
δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν
9
τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως
10
ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου
11
δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.