Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


10 κστʹ.Περὶ ἀλεκτορίδος κόπρου.Τῇ δὲ τῶν ἀλεκτορίδων
11 ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ
12 τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί
13 τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην
14 κυάθοις τρισὶν τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος,
15 καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον
16 ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’
17 τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν
18 περιστερῶν ἧττον κόπρος αὕτη θερμή. δ’ ἐπὶ τῆς Μυσίας 12.304
1 ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς
2 τῶν ἀλεκτορίδων κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ
3 παρείη τοῦτο, δι’ ὄξους οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι
4 δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά
5 τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ
6 στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν
7 τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη
8 καὶ λίμνας καὶ κατὰ τὴν  οἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα
9 τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα
10 ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ
11 ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ
12 συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ
13 τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων.
14 εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν
15 ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’
16 οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων
17 ἔξωθεν νεμομένων.

12.305