13
ιγʹ.Περὶ ἀκαλύφης.Ἀκαλύφη. καὶ ταύτης τῆς
14
πόας ὅ τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν
15
ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ
16
φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ
17
καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν
18
μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δ’ οὐ θερμαίνει μὲν 11.818
1
σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, ἥ τε τῶν ἐν θώρακί
2
τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ
3
καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ.
4
τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης
5
αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ
6
δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν
7
καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη
8
καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς
9
τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα
10
καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα
11
θερμότητος ὡς ἤδη δάκνειν.