10
ιʹ.Περὶ ἑλξίνης.Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν,
11
ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ
12
Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ
13
μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς
14
ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ
15
μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις
16
ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς
17
ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται
18
δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν 11.875
1
ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν
2
δ’ ἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.