7
κβʹ.Περὶ κηκίδος.Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη
8
στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς
9
τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται
10
ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα
11
μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται.
12
καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας
13
δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ
14
καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον
15
ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον
16
μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη,
17
κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων
18
οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως 12.25
1
δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ
2
μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ
3
οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’
4
ἡμῖν ἄγροικοι. καυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως
5
γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος
6
ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν
7
ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους
8
αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον
9
καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.