Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


7 ζʹ.Περὶ τιθυμάλλων.Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν
8 μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει
9 δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὀπὸς,
10 ἐφεξῆς δὲ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ῥίζα
11 τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν
12 ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’
13 ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν
14 ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων
15 ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων
16 εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται
17 κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων,
18 ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως 12.142
1 δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὀπός. ἐπεὶ δὲ
2 σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται·  καὶ εἰ πολλάκις
3 τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι
4 καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν
5 αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ
6 θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας,
7 ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν
8 πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη
9 καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς
10 καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ
11 χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς
12 τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα
13 κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ
14 καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν
15 τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ
16 ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν
17 ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν
18 ἰσχυρότατος μὲν τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ  12.143
1 ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ θῆλυς μυρσινίτης
2 καλούμενος καὶ ἐν ταῖς πέτραις δενδροειδής. ἐφεξῆς δὲ
3 τε τῇ φλόμῳ προσεοικὼς καὶ κυπαρισσίας, εἶθ’ οὕτως
4 παράλιος, εἶτα ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης
5 αὐτῶν δυνάμεως τέφρα καὶ ἀπ’ αὐτῆς κονία.