3
λʹ.Περὶ σμύρνης.Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως
4
τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν
5
τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ
6
καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας
7
κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν
8
ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν,
9
ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ
10
δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν
11
καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν
12
ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν
13
τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις
14
φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον
15
αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος
16
ῥύψιν.