1
ξʹ.Περὶ ἀρνογλώσσου.Ἀρνόγλωσσον. μικτῆς καὶ
2
τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν,
3
ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν,
4
ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας
5
ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως
6
ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς
7
ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς
8
δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι
9
διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων
10
ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν
11
τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον
12
ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ
13
ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης,
14
καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως,
15
πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’
16
ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι.
17
καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας
18
τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος 11.839
1
αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος.
2
ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα
3
χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν
4
ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις
5
καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ
6
μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως
7
ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ,
8
νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.