7
κβʹ.Περὶ ἐρυθροδάνου.Ἐρυθρόδανον. ἔστι
8
δὲ ἡ τῶν βαφέων ἐρυθρὰ ῥίζα στρυφνὴ καὶ πικρὰ τὴν γεῦσιν,
9
ὅθεν ὅσα περ εἴρηται κατὰ τὸ πρὸ τούτου γράμμα
10
ποιεῖν ἐς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις,
11
ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. καὶ γὰρ καὶ
12
σπλῆνα καὶ ἧπαρ διακαθαίρει, καὶ οὖρα παχέα καὶ πολλὰ
13
καί ποτε καὶ αἱματώδη κενοῖ, καὶ δὴ καὶ καταμήνια προτρέπει
14
καὶ ἀποῤῥύπτει συμμέτρως, ὅσα δεῖται ῥύψεως. ἀλφοὺς
15
γοῦν λευκοὺς ὠφελεῖ μετ’ ὄξους ἐπαλειφόμενον. διδόασι δ’
16
αὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν
17
μετὰ μελικράτου.