1
στʹ. Περὶ αἵματος κροκοδείλου καὶ τῶν λοιπῶν.Εἰ
2
δὲ τὸ τοῦ χερσαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίας ἐστὶν,
3
οὐδὲ πειράζειν ἔμελλον, ἔχων ὀξυδερκῆ φάρμακα δόκιμα, καθάπερ
4
οὐδ’ εἰ τὸ τῶν ὀχευόντων ἵππων, ἐσχαρωτικόν τε καὶ
5
σηπτικὸν, οὐδ’ εἰ τὸ τῶν κατοικιδίων μυῶν ἀποπίπτειν
6
ποιεῖ ἀκροχορδόνας. ἕτερα γὰρ ἦν μοι πολλὰ καὶ πρὸς
7
τοῦτό γε τὸ πάθημα, καθάπερ γε καὶ πρὸς τὸ δυσιατότερον
8
αὐτοῦ τὴν μυρμηκίαν ὀνομαζομένην, ἐφυλαττόμην τε
9
γοητείας δόξαν ἀπενέγκασθαι, φθανόντων ἤδη τῶν βασκάνων
10
ἰατρῶν λέγειν ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας τὰς
11
προῤῥήσεις ἐπὶ τῶν νοσούντων με ποιεῖσθαι.