16
μβʹ.Περὶ ταριχηρῶν τελλινῶν.Καὶ τὰς ταριχηρὰς
17
δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν
18
εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν, 12.363
1
ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην
2
τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι.
3
Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν
4
ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος
5
λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν
6
ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις
7
διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι,
8
τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον
9
οὐρητικὸν εἶναι.