7
Κεφ. ιαʹ.Ἀμελῶς οὖν πάνυ καὶ ῥᾳθύμως ὑπὲρ
8
ἁπάντων τούτων οἱ πολλοὶ τῶν ἰατρῶν συλλογίζονται, μηδ’
9
ὅπως ἔχοντι τῷ ἀνθρώπῳ δίδοται τοὔλαιον εἰπόντες,
10
ἀλλὰ μηδ’ ὁποῖον αὐτό· κᾄπειτα φάσκοντες οἱ μὲν δάκνειν
11
καὶ ξύειν πάντως τὰ ἐντὸς, οἱ δὲ καὶ εἴ τις ἂν εἴη δῆξις ἤδη
12
προϋπάρχουσα, καὶ ταύτην πραΰνειν. οὐ γὰρ σμικρὸν δήπου
13
διήνεγκεν ἢ τὸ παντάπασιν ἄναλον ὀνομαζόμενόν τε καὶ
14
ὄντως ὑπάρχον ἔλαιον εἰς φλεγματώδη κοιλίαν ἐμβαλεῖν, ἢ
15
τὸ πλείστων ἁλῶν μετέχον εἰς καθαράν. ἄμφω μὲν γὰρ
16
λαπάξει τὴν γαστέρα, διαφερούσαις μέντοι ταῖς δυνάμεσιν.
17
τὸ μὲν γὰρ ἄναλον ἐν φλεγματώδει διὰ τὸν ὄλισθον ὁμοίως 11.488
1
μαλάχαις τε καὶ βλίτοις καὶ μόροις· τὸ δὲ ἡλισμένον ἐν καθαρᾷ
2
διὰ τὴν δριμύτητα παραπλησίως ἅλμῃ καὶ θαλάττῃ.
3
καὶ δὴ καὶ ξύσει μὲν τοῦτο, θάτερον δ’ οὐ ξύσει. μὴ τοίνυν
4
μήτε ξύειν ἁπλῶς λέγομεν τοὔλαιον πάντως τἀντὸς, ἢ διαχωρήματα
5
ποιεῖν αἱματώδη, μήτε πραΰνειν δήξεις, ἀλλὰ τὸ
6
μὲν ἁλῶδες ἐν καθαρᾷ ξύειν, τὸ δ’ ἄναλον ἐν φλεγματώδει
7
μὴ ξύειν.