11
εʹ. Περὶ ῥίζης ἀγαρικοῦ.Ἀγαρικοῦ ῥίζα τοῦτ’ ἔστιν
12
ἐπιφυομένη πρέμνῳ, κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά
13
τις, ὑπόπικρος δὲ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν
14
τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα, καὶ βραχείας στύψεως.
15
ἔστι δὲ καὶ χαύνη τὴν σύστασιν. ἐξ ὧν ἁπάντων εὔδηλον,
16
εἴπερ τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων
17
μνημονεύομεν, ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους
18
τε καὶ γεώδους, ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα 11.814
1
δὲ τῆς ὑδατώδους μετέχει. ταῦτ’ ἄρα διαφορητικήν τε
2
καὶ θερμαντικὴν τὴν δύναμιν ἔχει, καὶ πάχους τμητικὴν καὶ
3
διακαθαίρει τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις, καὶ διὰ τοῦτο
4
ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω
5
κάμνοντας. ὀνίνησι δὲ καὶ τοὺς ἐπιλήπτους διὰ τὴν αὐτὴν
6
δύναμιν καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων
7
ἐστὶ χυλῶν ἔγγονα, καὶ ταῦτα ἰᾶται. ὠφελεῖ δὲ καὶ
8
τοὺς ὑπὸ κατὰ ψύξιν ἀδικούντων θηρίων δηχθέντας, ἢ νυγέντας,
9
ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθέμενον, εἴσω
10
τε τοῦ σώματος λαμβάνον ὁλκῇ δραχμῆς μιᾶς μετ’ οἴνου
11
κεκραμένου. ἔστι δὲ καὶ καθαρτικόν.