17
ιβʹ.Περὶ ἀκακίας.Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ
18
στρυφνόν ἐστι, καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς, ὅστις καὶ πλυθεὶς 11.817
1
ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα
2
δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη
3
κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν
4
τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν
5
οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι
6
ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ
7
τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς
8
ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ
9
καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω
10
καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων,
11
τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον
12
τῆς πρώτης.