3
κηʹ.Περὶ κίσθου.Κίσθος ἢ λάδανον. ἐν μὲν τοῖς
4
θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος, οὐχ ἕτερος
5
ὢν τῷ γένει τοῦ παρ’ ἡμῖν, ἐξαίρετον ἐκτήσατο διὰ τὸ χωρίον
6
ἰδίαν καὶ διαφορητικὴν θερμότητα καὶ κατ’ ἄμφω τοῦ
7
παρ’ ἡμῖν διήλλαξε, τῷ τε τὴν ψύξιν ἀποθέσθαι καὶ τῷ
8
προσλαβεῖν θερμότητα. τὰ μὲν οὖν ἄλλα τοῦ κίσθου παραπλήσια
9
τοῖς ἐπὶ τοῦ παρ’ ἡμῖν, τὸ δὲ καλούμενον λάδανον
10
ἐξ αὐτοῦ γίγνεται φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην
11
ἀπόστασιν, ἤδη που συμπληρουμένην, ὡς καὶ τῆς δευτέρας
12
ἅπτεσθαι, μετέχον δὲ καὶ στύψεώς τινος βραχείας, ἔστι δὲ
13
καὶ λεπτομερὲς τὴν οὐσίαν καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐστι
14
μετρίως καὶ διαφορητικὸν ὡσαύτως καὶ δηλονότι καὶ συμπεπτικόν.
15
οὐδὲν οὖν θαυμαστὸν τοῖς κατὰ μήτραν ἐξαιρέτως
16
ἁρμόττειν αὐτὸ διότι πρὸς τοῖς εἰρημένοις ἔχει τι καὶ
17
στυπτικὸν βραχὺ, διὸ καὶ τὰς ῥεούσας κρατύνει τρίχας. ὅσα
18
μὲν γὰρ ὑγρὰ μοχθηρὰ κατὰ τὰς ῥίζας αὐτῶν ἐστιν ἐκδαπανᾷ, 12.29
1
συνάγει δὲ καὶ σφίγγει τῇ στύψει τοὺς πόρους, οἷς
2
ἐμπεπήγασιν. ἀλωπεκίας δὲ καὶ ὀφιάσεις ἀδυνατόν ἐστιν ἰᾶσθαι,
3
κᾂν διαφορητικωτέρας δυνάμεως ἢ κατὰ λάδανον χρῄζοντα
4
παθήματα. γίγνεται γὰρ ταῦτα διὰ μοχθηροὺς χυμοὺς,
5
γλίσχρους καὶ παχεῖς, οὓς τὰ τέμνοντα καὶ διαφοροῦντα
6
φάρμακα μάλιστα ἐξάγει καὶ κενοῖ. λεπτομεροῦς δ’ εἶναι
7
χρὴ δυνάμεως αὐτὰ καὶ ἥκιστα στυπτικῆς, οὐ μὴν εἰς τοσοῦτόν
8
γε λεπτομεροῦς καὶ ξηραντικῆς, ὡς ὑπερξηραίνειν τε καὶ
9
συνεκβόσκεσθαι τοῖς παρὰ φύσιν ἠθροισμένοις αὐτόθι χυμοῖς,
10
τὴν φυσικὴν ὑγρότητα αὐξάνουσαν τὰς τρίχας. οὕτω
11
γὰρ οὐκ ἀλωπεκίας ἰάσεται μᾶλλόν περ ἢ φαλάκρωσιν ἐργάσεται·
12
τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου.