Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


16 Κεφ. ιθʹ. Τῶν τοίνυν ἀναιρούντων κατὰ ψύξιν
17 φαρμάκων οὐδὲν ὑπάρχει τῷ γένει δηλητήριον, ἀλλὰ 11.602
1 τῷ ποσῷ μόνον. ἐπὶ δέ γε τῶν διαβιβρωσκόντων τε καὶ σηπόντων
2 καὶ θερμαινόντων οὐχ ὡσαύτως ἔχει. ἀλλὰ περὶ
3 μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅσα δὲ τῷ ψύχειν ἀναιρεῖ,
4 ταῦτα οὐκ ἀναιρήσει σμικρὰ τῷ πλήθει ληφθέντα, καθάπερ
5 οὐδ’ εἰ πολλῇ φλογὶ βραχὺ καταχέεις ὕδωρ, ξύλον ἓν
6 ἐπιθείης ὑγρόν τε καὶ χλωρόν. ὥσπερ γὰρ εἰ μὴ θερμασίαν
7 ἔχοι δαψιλῆ, καταθραύουσάν τε καὶ ποδηγοῦσαν αὐτὸ μέχρι
8 τῆς καρδίας, ἀδύνατον ἀναιρεῖν ἐστιν, οὕτως εἰ τὸ καταθραῦον
9 αὐτὸ καὶ ποδηγοῦν ἰσχυρότερον εἴη πολλῷ, τελέως ἐκνικήσει
10 καὶ μεταβαλεῖ καὶ τροφὴν ποιήσει αὑτῷ τὸ φάρμακον.