Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


3 ιστʹ.Περὶ μηλέας.Μηλέα οὐ πᾶσά ἐστι μιᾶς φύσεως,
4 ὥσπερ οὐδὲ τοῦ καρποῦ. τὰ μὲν γάρ ἐστι γλυκέα τῶν
5 μήλων, τὰ δ’ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δ’ ὀξέα τὰ δὲ
6 τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες
7 ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε
8 καὶ ψυχροτέραν, τὸ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ
9 τοῖς αὐστηροῖς τοῦτό τε καὶ τὸ ὑδατῶδες ψυχρὸν, ὥσπερ
10 ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ
11 φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων
12 διαφέρουσιν, ὥστ’ ἔχοις αὐτοῖς μὲν αὐστηροτέροις τε καὶ
13 ὀξυτέροις τραύματά τε κολλᾷν καὶ τῶν ἐν γενέσει φλεγμονῶν
14 ἀναστέλλειν τὸ ἐπιῤῥέον καὶ στόμαχον ἔκλυτον καὶ γαστέρα
15 ῥωννύναι, τοῖς δ’ ὑδατωδεστέροις τὰς μετρίας φλεγμονὰς
16 ἀρχομένας τε καὶ ἐπιδιδούσας ἀνιέναι. τῆς θεραπευτικῆς
17 δ’ ἐστὶν ἤδη ταῦτα μεθόδου, διὸ καὶ θᾶττον ἀπολειπτέον
18 αὐτά.  ὅτι δὲ παμπόλλη τις ἅπασι τοῖς μήλοις 12.76
1 ὑγρότης ἐμφέρεται περιττωματικὴ καὶ ψυχρὰ δῆλον κᾀκ τοῦ
2 μηδενὸς αὐτῶν τὸν χυλὸν διαμένειν, ἀλλ’ ὀξύνεσθαί τε καὶ
3 φθείρεσθαι πάντας. μόνον γὰρ τῶν κυδωνίων καὶ στρουθίων,
4 δὴ διὰ τὴν ἐπικρατοῦσαν στύψιν ἧττόν ἐστιν ὑγρὰ
5 τῶν ἄλλων, χυλὸς ἑψηθεὶς μετὰ μέλιτος οἷός τε διαμένειν
6 ἐστίν. αὐτὸς δὲ καθ’ ἑαυτὸν οὐδ’ οὕτως μόνιμος.