18
Κεφ. βʹ.αʹ.Περὶ βαλάνου μυρεψικῆς.Βάλανος 11.845
1
μυρεψικὴ κομίζεται μὲν ἐκ τῆς βαρβάρου, χρῶνται δ’ οἱ
2
μυρεψοὶ τῷ τῆς σαρκὸς αὐτῆς χυλῷ, θερμῷ τὴν δύναμιν
3
ὄντι. τὸ δ’ ὑπόλοιπον ἀπόθλιμμα τὸ γεῶδες καὶ σκληρὸν
4
ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρὰν ποιότητα. μέμικται δὲ
5
τι καὶ στύψεως αὐτῷ καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ
6
τμητικὴν καὶ συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν ἐνέργειαν,
7
ὥστε καὶ πρὸς ἰόνθους καὶ φακοὺς ἔφηλίν τε καὶ κνῆσιν,
8
ἤδη δὲ καὶ πρὸς ψώραν καὶ λέπραν ἁρμόττει, οὐ μὴν ἀλλὰ
9
καὶ σπλῆνας τήκει καὶ ἧπαρ σκιῤῥούμενον. εἰ δέ τις τῆς
10
σαρκὸς αὐτῆς πίοι δραχμῆς ὁλκὴν μετὰ μελικράτου, ἐμετηρίου
11
πειράσεται τοῦ φαρμάκου. πολλάκις δὲ καὶ διὰ τῆς
12
κάτω κολίας ὑπάγει δαψιλῶς. ὅθεν ἐπειδὴ ὑπὲρ τοῦ διακαθῆραί
13
τι τῶν σπλάγχνων καὶ μάλισθ’ ἧπαρ, ἢ σπλῆνα, τῷ
14
φαρμάκῳ χρώμεθα, μετ’ ὀξυκράτου δίδομεν αὐτό. καὶ πρὸς
15
τὰς ἄλλας δὲ τὰς ἐκτὸς ἐνεργείας ὄξει χαίρει μάλιστα. γίγνεται
16
γὰρ δραστικὸν οὕτως, ὡς καὶ ψώρας καὶ λέπρας
17
ἀποῤῥύπτειν, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τούτων ἐλάττω,
18
φακοὺς, ἀλφοὺς, ἰόνθους, ἔφηλιν, ἀχώρας, ἐξανθήματα τὰ 11.846
1
ἑλκώδη καὶ παχύχυμα πάντα. λαμπρύνει δὲ καὶ οὐλάς. ὅτι
2
κᾀν τῷ καταπλάττειν αὐτῇ τὸν σπλῆνα κάλλιόν ἐστι μιγνύναι
3
τι τῶν ξηραντικῶν ἀλεύρων, οἷόν ἐστιν ὀρόβινόν τε
4
καὶ αἴρινον ἄλευρον, ἐκ τῆς περὶ συνθέσεως ἤδη φαρμάκων
5
εἴη ἂν τοῦτο πραγματείας μᾶλλον, οὐ τῆς νῦν ἐνεστώσης,
6
εἰρήσεται δὲ κᾀν τοῖς εὐπορίστοις. ἀρκεῖ δ’ ἐν τῷ
7
παρόντι ῥυπτικήν τε καὶ τμητικὴν ἅμα στύψει τινὶ τὴν
8
δύναμιν εἰπόντα τοῦ προειρημένου φαρμάκου μεταβαίνειν
9
ἐφ’ ἕτερον. ὁ μέντοι φλοιὸς αὐτοῦ πάνυ στυπτικός
10
ἐστιν, ὥστε καὶ τούτῳ δύναιτ’ ἄν τις εἰς ὅσα περ ἰσχυρᾶς
11
ἐστι χρεία στύψεως, εἰς ταῦτα χρῆσθαι.