8
μβʹ.Περὶ κονύζης.Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικρὰ
9
παραπλησίας εἰσὶ κράσεώς τε καὶ δυνάμεως, ἐν μὲν τῇ
10
γεύσει δριμεῖαι καὶ πικραὶ φαινόμεναι, θερμαίνουσί τε πάνυ
11
σαφῶς, ἄν γέ τις λειώσας τὰ φύλλα σὺν τοῖς ἁπαλοῖς
12
κλαδίσκοις, θαμνῶδες γὰρ τὸ φυτὸν, ἐπιπλάσσῃ τι μέρος,
13
ἄν τε καὶ ἀφεψήσας ἐν ἐλαίῳ χρήσαιτο τούτῳ. δοκεῖ γοῦν
14
καὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριον εἶναι τὸ τοιοῦτον
15
ἔλαιον. καὶ τὰ ἄνθη δ’ αὐτῶν παραπλησίας ἐστὶ
16
δυνάμεως, ὥστε τινὲς καὶ ταῦτα σὺν τοῖς φύλλοις τρίψαντες
17
σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως
18
καὶ ἔμβρυα ἐκβαλεῖν. ἔστι δὲ καὶ τρίτον εἶδος κονύζης ἐν 12.36
1
ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον.
2
ἀλλ’ αἵ γε πρῶται ῥηθεῖσαι τῆς τρίτης εἰσὶ τάξεως
3
ἐν τῷ ξηραίνειν καὶ θερμαίνειν.