Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


9 λδʹ.Περὶ καρκίνων κεκαυμένων.γε μὴν τῶν ποταμίων
10 καρκίνων τέφρα ξηραντικὴ μέν ἐστιν ὁμοίως τοῖς
11 προειρημένοις, ἰδιότητι δὲ τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ
12 τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μὲν, ἀλλὰ καὶ μετὰ γεντιανῆς
13 τε καὶ λιβανωτοῦ πολὺ μᾶλλον. εἶναι δὲ χρὴ τοῦ
14 μὲν λιβανωτοῦ μοῖραν μίαν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν
15 καρκίνων δέκα. καὶ ἄλλως μὲν οὖν καυθεῖσιν αὐτοῖς ἐχρησάμεθά
16 ποτε σπανίως, ὡς τὸ πολὺ δὲ καθ’ ὃν Αἰσχρίων
17 ἐμπειρικὸς ἐχρήσατο φαρμάκων ἐμπειρικώτατος γέρων, πολίτης
18 τε καὶ διδάσκαλος ἡμέτερος. ἦν δὲ λοπὰς ἐρυθροῦ 12.357
1 χαλκοῦ, καθ’ ἧς ἐπιτιθεὶς ζῶντας τοὺς καρκίνους ἔκαε
2 ἄχρις οὗ τεφρωθῶσιν, ὡς εὐκόλως λειοῦσθαι. οὗτος Αἰσχρίων
3 εἶχεν ἀεὶ παρεσκευασμένον ἕτοιμον ἐπὶ τῆς οἰκίας
4 τὸ φάρμακον, ὥρᾳ θέρους κάων τοὺς καρκίνους, μετὰ τὴν
5 τοῦ κυνὸς ἐπιτολὴν, ἡνίκα λέοντι ἥλιος ἦν, σελήνη δὲ ὀκτωκαιδεκαταία.
6 πίνειν τε καθ’ ἑκάστην ἡμέραν ἐδίδου τὸ
7 φάρμακον τοῦτο τοῖς λυσσοδήκτοις, ἄχρι τῆς τεσσαρακοστῆς
8 ἐπιπάσσων ὕδατι κοχλιάριον εὐμέγεθες. εἰ δ’ οὐκ ἐξ ἀρχῆς,
9 ἀλλὰ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου,
10 δύο κοχλιάρια καθ’ ἑκάστην ἡμέραν ἐπέπαττεν. ἐχρῆτο
11 δὲ καὶ κατ’ αὐτοῦ τραύματος τῷ διὰ τῆς Βρυτίας πίττης,
12 ὀποπάνακός τε καὶ ὄξους, ἐμπλαστικῷ φαρμάκῳ, μίαν λαμβάνοντι
13 πίττης λίτραν, ἕνα δὲ ὄξους δριμυτάτου ξέστην Ἰταλικὸν,
14 ὀποπάνακος δὲ τρεῖς οὐγγίας. ταῦτα καίτοι τῆς προκειμένης
15 οὐκ ὄντα πραγματείας, ἔγραψα διὰ τὸ θαῤῥεῖν τῷ
16 φαρμάκῳ, μηδενὸς μηδέποτε ἀποθανόντος τῶν ὡς εἴρηται
17 χρησαμένων αὐτῷ. ποιήσομαι δὲ καὶ κατὰ μόνας ἑτέραν. 12.358
1 πραγματείαν περὶ τῶν ἰδιότητι τῆς ὅλης οὐσίας ἐνεργούντων,
2 ἐν οἷς ἐστι καὶ τὰ τοιαῦτα πάντα. συγγινώσκειν οὖν χρὴ
3 τῷ τῆς γραφῆς ἀκαίρῳ καὶ νῦν καὶ κατ’ ἄλλα χωρία τῆσδε
4 τῆς πραγματείας ἐνίοτε γεγονότι, διὰ τὴν ἐκ τῶν λεγομένων
5 ὠφέλειαν μεγίστην οὖσαν, ἣν διασώζεσθαι βούλομαι τοῖς μεθ’
6 ἡμᾶς ἀνθρώποις, εἰ καὶ μεταξὺ θάνατος γενόμενος ἀποκωλύσει
7 με γράψαι τὰς ἐφεξῆς τῆσδε τῆς πραγματείας. ἁπάντων
8 δὲ τῶν τοιούτων τὰς αἰτίας λέγειν βουλόμενος διδάσκαλος
9 ἡμῶν Πέλοψ εἰκότως ἔφη τὸν καρκίνον, ἔνυδρον ζῶον ὑπάρχοντα,
10 ὠφελεῖν τοὺς λυσσοδήκτους, οἷς φόβος ἐστὶν ἁλῶναι
11 πάθει ξηροτάτῳ τῇ λύττῃ, διὸ καὶ τὸ ὕδωρ φοβοῦνται. ποταμίους
12 δὲ τοὺς καρκίνους, οὐ θαλαττίους, ἔφασκεν ἁρμόττειν,
13 ἐπειδὴ διὰ τὴν ἐπιμιξίαν τῶν ἁλῶν, ξηραντικωτάτων
14 ὄντων, τὰ θαλάττια ζῶα τὴν πρὸς τὴν λύτταν ἐναντιότητα
15 μὴ διαφυλάξειεν ἀκριβῆ. καί τινος εἰπόντος αὐτῷ, διὰ τί
16 οὖν οὐχὶ καὶ πάντα τὰ ἐν ὕδατι ποτίμῳ ζῶα παραπλησίως
17 τοῖς καρκίνοις ὠφελεῖ; ὅτι,  ἔφη, τὴν ὁμοίαν σκευασίαν 12.359
1 τοῖς καρκίνοις οὐ δύναται δέξασθαι. τούτων γὰρ καυθέντων
2 τὴν τέφραν, ξηραντικὴν γινομένην, ἐκδαπανᾷν τε ἅμα καὶ
3 διαφορεῖν τὸν ἰὸν τῶν δακνόντων κυνῶν. ταῦτα μὲν οὖν
4 Πέλοψ ἔλεγεν, ἐπαγγελλόμενός τε καὶ φιλοτιμούμενος ἐπίστασθαι
5 τὰς αἰτίας αὐτῶν ἁπάντων. ἐγὼ δὲ ἐὰν μὴ πρότερον
6 ἐμαυτὸν πείσω γινώσκειν ἀκριβῶς τι, τοὺς πέλας οὐκ
7 ἐπιχειρῶ πείθειν. οὐκοῦν οὐδὲ τὸν τοῦ Πέλοπος λόγον ὡς
8 ἀληθῆ προσηκάμην, ἀντιλογίας ἔχοντα συχνὰς, ἀλλὰ καὶ τοὺς
9 καρκίνους ἡγοῦμαι κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖν.
10 διὰ δὲ τὸ μηδένα τεθνάναι τῶν χρησαμένων αὐτοῖς,
11 τοῖς γε μὴν σώμασιν ὅλοις ἐβουλήθην ἤδη δεδηλῶσθαί μοι
12 τοῦτο, κᾂν μὴ τῆς ἐνεστώσης πραγματείας οἰκεῖον . τοῦτο
13 γὰρ οὐκ ἦν τὸ προκείμενον.