Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


14 κγʹ.Περὶ βοείας κόπρου.Ὡσαύτως δὲ καὶ τῶν βοῶν
15 αἱ κόπροι βραχεῖαν ἔχουσι διαφορὰν, οὖσαί γε καὶ αὗται
16 ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικὴν, ὡς δηλοῦσιν,
17 ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν δήγματα. 12.301
1 ταῦτα μὲν οὖν ἐνδέχεται καὶ κατὰ τὴν ἰδιότητα τῆς ὅλης
2 οὐσίας ὠφελεῖσθαι. τοὺς ὑδερικοὺς δέ τις ἐν Μυσίᾳ τῇ ἐν
3 Ἑλλησπόντῳ βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε φαρμάκων
4 ἔμπειρος ἰατρός. δ’ αὐτὸς οὗτος ἐπετίθει καὶ τοῖς
5 φλεγμαίνουσι μέρεσι τῶν ἀγροίκων ὑγρὰν λαμβάνων ἦρος,
6 ὅτε νέμονται τὴν πόαν οἱ βόες. εὔδηλον δ’ ὅτι τῆς ἄλλης
7 ἥδε πολλῷ μετριωτέρα τὴν δύναμίν ἐστιν. ἄλλην δὲ λέγω
8 τὴν ἐπὶ τῇ τῶν ἀχύρων ἐδωδῇ. μέση γὰρ αὕτη τῆς τε εἰρημένης
9 ἐστὶ καὶ τῆς ἐπὶ τῇ τῶν ὀρόβων προσφορᾷ.
10  πρόδηλον οὖν ὅτι καθάπερ ἐκ τῆς βοτανώδους νομῆς ἐπὶ
11 τῶν φλεγμονῶν, οὕτως ἥδε τοῖς ὑδερικοῖς ἐστιν ἐπιτήδειος.
12 εἰδέναι μέντοι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα σκληροῖς
13 σώμασιν ἀγροίκων ἀνθρώπων ἁρμόττειν, σκαπανέων τε καὶ
14 θεριστῶν καὶ τῶν ἰσχυρὸν οὕτως ἔργον διαπραττομένων,
15 ἐφ’ καὶ πρὸς χοιράδας κατὰ τὴν Μυσίαν ἰατρὸς ἐχρῆτο
16 καὶ τῶν σκιῤῥωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων.