10
νγʹ.Περὶ κριθῶν.Κριθαὶ τῆς πρώτης εἰσὶ
11
τάξεως ἐν τῷ ξηραίνειν τε καὶ ψύχειν, ἔχουσι δέ τι καὶ
12
ῥυπτικὸν ὀλίγον. εἰσὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς
13
τοῦ λέμματος βραχεῖ τινι ξηραντικώτεραι. τὰ δ’ ἄλλα
14
πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ
15
πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἀποτίθενται. κυάμῳ
16
δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες. παχυμερεστέρας
17
γάρ ἐστιν οὐσίας ἢ κατὰ κριθὴν, διὰ τοῦτο καὶ τροφιμώτερος
18
αὐτῆς ἐστιν. ἐπεὶ δ’ ὀλίγον ἄμφω τῆς μεσότητος ἀποκεχωρήκασι,
19
διὰ τοῦτό εἰσι πολύχρηστοι. τὰ γὰρ τοιαῦτα 12.45
1
φάρμακα πολλὰ ἑτέροις μίγνυται, καθάπερ τινὲς ὗλαι, καὶ
2
διὰ τοῦτο καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον οὐκ ὀλίγοις ἐπιπλέκεται
3
φαρμάκοις. τὰ δ’ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν αὐτῶν
4
ἐστι ξηραντικώτερα.