Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


6 κγʹ.Περὶ μολύβδου.Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς.
7 ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως
8 πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων.
9 ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν
10 γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις
11 τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη,
12 σημεῖον τόδ’ ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται
13 καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις
14 ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως
15 τὰ κατ’ αὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν
16 ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν
17 ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς.
18 ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα 12.231
1 μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός
2 τι καὶ ψύξεως αὐτοῦ. τὰ δ’ ἐπιστημονικά τε καὶ βέβαια
3 διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου,
4 μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, τι ἂν
5 ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόν τε δοίδυκα
6 καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις
7 πολὺ ψυχρότερον τὴν δύναμιν τὸ ὑγρὸν ἐτύγχανεν ὄν.
8 ἔξεστι δ’ ἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη
9 καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο
10 τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον
11 ῥόδινον μήλινον μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ
12 χυλῷ χρώμενος εἴς τε τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν στολίδων
13 ἀνεχομένας φλεγμονὰς, εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν
14 καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ
15 τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσα τε βουβῶσιν
16 ποσὶν τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι
17 καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη 12.232
1 χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ
2 βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν,
3 ἐν ἡλίῳ πειρῶ τρίβειν ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον
4 δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν
5 χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως
6 καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος
7 καὶ ἀνδράχνης.  ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως
8 χυλὸν, ὥσπερ καὶ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα
9 τῶν ἄλλων ὑγρῶν, οἷος καὶ τῆς ὄμφακός ἐστιν, ὃς καὶ
10 αὐτὸς καθ’ ἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον
11 ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς
12 μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθ’ ἑαυτὸν
13 μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν,
14 ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που
15 λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ
16 γαγγλίου  τελέως ἠφάνισιν αὐτό. καλῶς δ’ ἐπιδήσει
17 πᾶς μεμαθηκὼς ὑφ’ Ἱπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν
18 μᾶλλον ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ 12.233
1 τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι
2 δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο
3 μὲν οὖν αὐτὸ τὸ φάρμακον κεκαυμένος μόλυβδος ἀγαθόν
4 ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ,
5 πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον
6 γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις
7 καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθ’ ἑαυτὸν
8 καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι
9 καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς
10 ἰχὼρ εἴη, καθ’ ἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης
11 καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ
12 σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν
13 ἐπὶ πλέον κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ
14 τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ ἤδη
15 πρὸς τὰ συνεχῆ μετιέναι.