Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


3 ιεʹ.Περὶ καστορίου.Ὄρχεις κάστορος ὀνομάζουσι
4 καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ
5 βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως.
6 ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν,
7 ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου
8 τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν
9 ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει
10 πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος
11 αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ
12 μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα
13 πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας
14 εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη,
15 καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν,
16 οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα
17 καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ 12.338
1 σύστασις οὖσα ξηρὰ προσειληφυῖά τε τὸ θερμαίνειν εἰκότως
2 ξηραίνει. τοῦτο μὲν οὖν κοινὸν αὐτῷ καὶ ἄλλοις φαρμάκοις
3 παμπόλλοις ἐστί· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ
4 τοῦτο πλέον ἑτέρων δύναται, θερμαινόντων τε καὶ ξηραινόντων
5 ὁμοίως αὐτῷ. τὰ γάρ τοι λεπτομερῆ φάρμακα δραστικώτερα
6 τῶν παχυμερῶν ἐστι, κᾂν ἴσην ἔχῃ τὴν δύναμιν
7 ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων
8 σωμάτων, καὶ μάλισθ’ ὅταν ταῦτα πυκνὰ, καθάπερ
9 τὰ νευρώδη. φανερῶς γοῦν ὑπὸ τοῦ καστορίου τὰ τοιαῦτα
10 μεγάλως ὠφελεῖται διὰ τὴν εἰρημένην αἰτίαν. ἀγνοοῦσι δὲ
11 οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐν τῇ τοῦ καστορίου χρήσει προσέχοντες
12 τὸν νοῦν αὐτῷ μόνῳ τῶ τρέμειν σπᾶσθαί τι μόριον,
13 ἀναίσθητον ἀκίνητον εἶναι, δυσαίσθητον δυσκίνητον,
14 μὴ γινώσκοντες ἑπόμενα τοιαῦτα συμπτώματα διαθέσεσι
15 σώματος ἀνομοίαις. ἀλλὰ σύ γε παρ’ Ἱπποκράτους μαθὼν
16 ἐπὶ πληρώσει τε καὶ κενώσει γίγνεσθαι σπασμὸν, ἔνθα
17 μὲν χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα,
18 καὶ πίνειν δίδου καὶ κατὰ τοῦ δέρματος ἔξωθεν ἐπιτίθει 12.339
1 καστόριον. ἔνθα δὲ δι’ ὑπερβάλλουσαν ξηρότητα γίγνεται
2 σπασμὸς, ἐναντιώτατον εἶναι γίγνωσκε τὸ φάρμακον τοῦτο.
3 κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλήθους
4 ὠφελιμώτατόν ἐστιν, ἐναντιώτατον δὲ τοῖς διὰ κένωσιν εἰς
5 τὸ τοιοῦτον πάθος ἐμπίπτουσιν. ἀνάλογον δὲ τοῖς εἰρημένοις
6 πάθεσι καὶ τοῦ λύζειν ἐν τῷ στομάχῳ γιγνομένου τὴν
7 διάθεσιν εὗρον καὶ διορισάμενος. εἰ μὲν ὑπὸ πλήθους τοῦτο
8 πάσχοιεν οἱ κάμνοντες, ἐπὶ τὴν τοῦ καστορίου χρῆσιν ἧκε,
9 διὰ ξηρότητα δὲ καὶ κένωσιν δι’ ὑγρῶν  δριμέων
10 δῆξιν εἰ συσταίη, φεῦγε τὸ φάρμακον. ὑπονοήσειε μὲν οὖν
11 τις αὐτὸ τῇ τε ὀσμῇ καὶ τῇ γεύσει προσέχων ἀλλοτριωτάτην
12 ἔχειν ἀνθρώπου σώματι τὴν οὐσίαν. ἐν μέντοι τῇ χρήσει
13 φαίνεται μηδὲν ἐργαζόμενον ὧν τὰ τοιαῦτα ποιεῖ, τὰ
14 μὲν στόμαχον κακοῦντα, τὰ δὲ γαστέρα, τὰ δὲ κεφαλὴν, τὰ
15 δὲ ἄλλο τι. τουτὶ δὲ τὸ φάρμακον εἴθ’ ὑγρῷ σώματι προσφέροις
16 δεομένῳ ξηρότητος εἴτε ψυχρῷ θερμότητος, εἴθ’
17 ὑγρῷ καὶ ψυχρῷ θερμότητος καὶ ξηρότητος χρῄζοντι, μεγάλην
18 μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δ’ οὐδεμίαν οὐδενὶ  12.340
1 προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν ἀπύρετος ἄνθρωπος
2 , καὶ τῶν πυρεσσόντων δὲ μὴ πάνυ θερμῶς, ἀλλ’ ὡς
3 ἂν εἴποι τις χλιαρὸν πυρετὸν, οἷος ἐν καταφοραῖς μάλιστα
4 καὶ ληθάργοις γίγνεται. πολλοῖς μὲν πάνυ τὸ καστόριον
5 ἐδώκαμεν, ἅμα μὲν πέπερι λευκῷ κοχλιαρίου πλῆθος ἑκατέρου
6 διὰ μελικράτου ποτίζοντες, ἐβλάβη δ’ οὐδεὶς οὐδὲν, ἀλλὰ
7 καταμηνίων ἐπεχομένων προκενώσας ἀπὸ σφυροῦ μετρίως,
8 εἶτα διδοὺς καστόριον μετὰ γλήχωνος καλαμίνθης, ἐπειράθην
9 ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν, ἄνευ τοῦ βλαβῆνα
10 τι τὴν ἄνθρωπον. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα.
11 ταῦτα μὲν οὖν ἅπαντα διὰ μελικράτου πινόμενον ἐργάζεται.
12 τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα δυσιάτως
13 στροφουμένους λύζοντας, ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς
14 παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον
15 ὀνίνησιν· ὅσα δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ,
16 ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα σικυωνίῳ
17 παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα
18 καὶ ἀνατρίβειν προσήκει δι’ ἑαυτοῦ. ὠφελεῖ δὲ καὶ εἴ τις 12.341
1 ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα
2 τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ
3 πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα
4 πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ
5 δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι
6 τῇ κεφαλῇ καὶ τῷ αὐχένι.