1
θʹ.Περὶ χελιδονίου.Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς
2
ἐστι καὶ θερμῆς δυνάμεως· καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς
3
εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ ὧν ἀθροίζεται παχύ τι κατὰ
4
τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ ἔνιοι τῇ
5
ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν
6
οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός
7
ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον,
8
δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα
9
καταπλασσόμενον, ὄνυχάς τε λεπροὺς ἐκβάλλει. καθαίρει δ’
10
ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε
11
εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης
12
ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν.