Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


17 γʹ.Περὶ μυελοῦ.Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων
18 τε καὶ σκιῤῥουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε 12.332
1 μύες εἴτε τένοντες εἴτε σύνδεσμοι τοῦτο πάσχοιεν εἴτε καὶ
2 σπλάγχνα. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων,
3 ἐφεξῆς δ’ αὐτῶν τοῦ τῶν νέων βοῶν, οὓς δὴ καὶ μόσχους
4 καλοῦσι, καὶ διὰ τοῦτο καὶ τὸν μυελὸν αὐτῶν ὀνομάζουσι
5 μόσχειον. δὲ τῶν τράγων καὶ τῶν ταύρων δριμύτερος αὐτῶν
6 ἐστι καὶ ξηραντικώτερος, ὥστ’ οὐ δύναται διαλύειν σκληρότητας
7 σκιῤῥώδεις, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ πέμπτῳ γράμματι
8 περὶ τούτων εἰρημένων. ἐκ δ’ οὖν τοῦ μοσχείου γε
9 καὶ ἐλαφείου μυελοῦ καὶ πεσσοὶ μαλακτικοὶ τῶν κατὰ τὰς
10 μήτρας συντίθενται καὶ κατ’ αὐτῆς ἔξωθεν τῆς μήτρας ἐπιτίθεται
11 φάρμακα διὰ μυελοῦ σκευαζόμενα, δύναμιν ἔχοντα
12 μαλακτικήν. λαμβάνεται δ’ οὐ μόνος ἐκ τῶν ὀστῶν μυελὸς,
13 ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελὸς, ἀλλὰ καὶ ἐκ τῆς ῥάχεως,
14 ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν νωτιαῖον, ὄντα σκληρότερόν
15 τε καὶ αὐχμηρότερον τοῦ λοιποῦ. μαλακώτερος γάρ
16 ἐστιν ἐκεῖνος καὶ λιπαρώτερος, καὶ διὰ τοῦτ’ ἐγὼ τὸν ἐκ τῆς
17 ῥάχεως ἰδίᾳ καθ’ ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. φροντίζω
18 δὲ τοῦ μήτε σαπῆναι μήτ’ εὐρῶτα σχεῖν ἑκάτερον τῶν
19 μυελῶν. ἐν χειμῶνί τε οὖν πρῶτον αὐτοὺς λαμβάνω, καθάπερ 12.333
1 καὶ τὸ στέαρ, εἶτ’ ἐν οἴκῳ ξηραίνων ὑπερώῳ τε καὶ ἀνίκμῳ
2 μετὰ φύλλων δάφνης ξηρῶν ἀποτίθεμαι. τὰ γὰρ ὑγρὰ καὶ
3 πρόσφατα φύλλα πολὺ τῆς ἑαυτῶν μεταδίδωσι ποιότητος,
4 ὥστε δριμυτέρους γενέσθαι τοὺς μυελούς. εἰ δέ ποτε καὶ θερμοῦ
5 καὶ νοτίου τοῦ περιέχοντος ὄντος ἀποθέσθαι βουληθείης
6 μυελοὺς στέαρ, ἔστω σοι παρεσκευασμένος οἶκος μήτε θερμὸς,
7 οἷοι μάλιστά εἰσιν οἱ πρὸς μεσημβρίαν ἐστραμμένοι, σήπεται
8 γὰρ ἐν τοῖς τοιούτοις μήτε κατάγειος ὑγρὸς, εὐρωτιᾷ
9 γὰρ ἐν τοῖς τοιούτοις, ἀλλ’ ὑπερῶός τε καὶ πρὸς ἄρκτον
10 ἐστραμμένος, ἀναπεπταμένας ἔχων μικρὰς θυρίδας ὡς δέχεσθαι
11 τοὺς ἀρκτικοὺς ἀνέμους δι’ ἡμέρας τε καὶ νυκτός.