11
μγʹ.Περὶ ἀνδράχνης.Ἀνδράχνη ψυχρά ἐστι καὶ
12
ὑδατώδης τὴν κρᾶσιν, ὀλίγου δέ τινος αὐστηροῦ μετέχει. διὸ
13
καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα χολώδη καὶ θερμὰ
14
μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα
15
ἱκανῶς ἐμψύχειν. καὶ εἴη ἂν ἐν μὲν τῇ τοῦ ψύχειν
16
δυνάμει τρίτης ἀποστάσεως ἀπὸ τῶν συμμέτρων τε καὶ μέσων,
17
ἐν δὲ τῇ τοῦ ὑγραίνειν δευτέρας. ταῦτά τοι καὶ τοὺς
18
καυσουμένους ὀνίνησιν εἴπερ τι ἄλλο κατά τε στόματος τῆς 11.831
1
κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων, καὶ μάλιστα
2
ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, αἱμωδίας τέ ἐστιν ἴαμα ἐξηρασμένα
3
ταχέως ὑπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας αὐτὴ λειαίνουσά
4
τε καὶ ἀναπληροῦσα, τῷ γλίσχρον ἔχειν τὴν ὑγρότητα.
5
καὶ ὁ χυμὸς δὲ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν
6
ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν
7
γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ
8
τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ
9
γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ
10
δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός ἐστιν.