16
βʹ.Περὶ πιμελῆς καὶ στέατος.Πιμελὴ καὶ στέαρ.
17
κοινότατα καὶ ταῦτα τῶν ἐν τοῖς ζώοις μορίων ἐστί. τὰ
18
γὰρ εὐτροφοῦντα πάντα πιμελὴν ἢ στέαρ ἴσχει, τὰ δὲ 12.324
1
ἰσχνὰ καὶ ἄτροφα πολλάκις μὲν οὐδ’ ὅλως ἔχειν φαίνεται,
2
πολλάκις δ’ οὕτως ὀλίγην τε καὶ ξηρὰν, ὡς δύσχρηστον εἶναι.
3
διαφέρει δὲ πιμελῆς στέαρ τῷ πάχει, διὸ καὶ τοῖς γεωδεστέραν
4
ἔχουσιν τὴν ὅλην φύσιν ζώοις τὸ στέαρ γίνεται καθάπερ
5
τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν
6
πιμελὴ τήκεται ῥαδίως ὑπὸ τοῦ πυρὸς, οὐ ῥᾳδίως δὲ πήγνυται
7
τακεῖσα. τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κᾂν τακῇ,
8
πήγνυται τάχιστα καὶ φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς.
9
ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν
10
φυσικὴν τῆς κράσεως ὑγρότητα, βόες δὲ καὶ αἶγες
11
ὅσα τε ἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στέαρ πλεῖστον
12
γεννᾷ. σὺ δ’ εἰ βούλει τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν
13
ἅπασαν ἐν τοῖς ζώοις κάλει στέαρ, ὥσπερ οἱ πλεῖστοι
14
τῶν ἰατρῶν. ἔξεστι δέ σοι καὶ πιμελὴν ὀνομάζειν ἅπαν τοῦτο
15
τὸ γένος. οὐ μὴν ἔξεστί γέ σοι βουλομένῳ μὴ ψεύδεσθαι τὸ
16
στέαρ τῶν αἰγῶν ὑγρότερον εἶναι φάναι τοῦ τῶν ὑῶν.
17
ὑγρότατον γὰρ τοῦτο σχεδὸν ἁπάντων τῶν ἄλλων ἐστὶ, καὶ 12.325
1
διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύναμιν,
2
μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι. καὶ
3
διὰ τοῦτο τοῖς πρὸς φλεγμονὰς ἁρμόττουσιν καταπλάσμασι
4
μίγνυται. τοῖς δὲ δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ
5
τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον στέαρ, οὐχ ὅτι
6
μᾶλλον ἀμβλυτικόν ἐστι δριμύτητος, ὅσον γὰρ ἐπὶ τῇ φύσει
7
μᾶλλον ἀμβλύνει τὸ ὕειον καὶ διὰ τοῦτο μίγνυται καὶ
8
τοῖς ἕλκη θεραπεύουσι φαρμάκοις, οἷόν πέρ ἐστι καὶ τὸ καλούμενον
9
πάρυγρον. ἀλλ’ ὅτι τὸ μὲν αἴγειον πήγνυται ῥᾳδίως
10
διὰ πάχος, ἀποῤῥεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ διὰ
11
τοῦτ’ ἐνίεμεν αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε καὶ
12
τεινεσμωδῶν, ὅταν παρηγορῆσαι τὴν δῆξιν αὐτῶν βουληθῶμεν.
13
καὶ διὰ λεπτομέρειαν δ’ ἔνια μᾶλλον ἀμβλύνει δριμύτητας,
14
ὅταν ἐν τῷ βάθει τῶν δακνομένων σωμάτων τὸ λυποῦν
15
ᾖ. ἧττον μὲν γὰρ τὸ παχυμερὲς, μᾶλλον δὲ τὸ λεπτομερὲς
16
ὅλα διεξέρχεται τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς
17
δάκνουσιν ἰχῶρσιν αὐτό. κατὰ τοῦτο γοῦν καὶ τὸ χήνειον 12.326
1
στέαρ τὰ κατὰ βάθος τῶν σωμάτων δάκνοντα μᾶλλον
2
ἀμβλύνει. ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου. μεταξύ γε μὴν
3
αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων, θερμότερον δ’ ἀεὶ καὶ ξηρότερον
4
τὸ τῶν ἀῤῥένων ζώων ἐστίν. αὐτῶν δὲ τούτων τὸ
5
τῶν ἐκτεμνομένων τοὺς ὄρχεις ἧττον θερμόν τε καὶ ξηρόν.
6
ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ἄῤῥεν τοῖς ὁμογενέσι θήλεσι.
7
κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τόδε κοινὸν, οὗ μεμνῆσθαι
8
χρὴ, τὸ κατὰ τὴν τῶν ζώων κρᾶσιν ἀεὶ τὰς διαφορὰς
9
γίνεσθαι τῆς ἐν αὐτοῖς πιμελῆς ἢ στέατος ἢ ὅπως ἂν
10
ὀνομάζειν ἐθέλῃς ὅλον τὸ γένος τοῦτο τοῦ κατὰ τὰ ζῶα
11
σώματος ἐλαιώδους τε καὶ λιπαροῦ. ἐπεὶ τοίνυν ὗς ἀπολείπεται
12
κατὰ θερμότητά τε καὶ ξηρότητα σχεδὸν ἁπάντων
13
τῶν τετραπόδων ζώων, διὰ τοῦτο καὶ πιμελὴν ἧττόν τε θερμὴν
14
ἔχει καὶ μᾶλλον ὑγράν. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς
15
ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων
16
σωμάτων. τούτου γὰρ μεμνῆσθαι χρὴ διὰ παντὸς, εἰρημένου
17
κατὰ τὴν ἀρχὴν τῆσδε τῆς πραγματείας· αἱ δὲ καθ’
18
ἕκαστον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν. 12.327
1
τοῦ μὲν γὰρ ὑὸς ὡς πρὸς ἡμᾶς ἡ πιμελὴ τὸ μὲν ὑγραίνειν
2
ἔχει δαψιλῶς, τὸ θερμαίνειν δ’ οὐχ ὁμοίως ὥσπερ τοὔλαιον,
3
ἀλλ’ ἔστι κατὰ τὴν ἐν ἡμῖν θερμότητα καὶ ἡ τοῦ λίπους
4
τῶν ὑῶν. ἡ δὲ τῶν ταύρων πολὺ θερμοτέρα καὶ ξηροτέρα
5
τῆς τῶν ὑῶν, μεμνημένων ἡμῶν πάλιν κἀνταῦθα τὸ μὲν
6
ἄῤῥεν τοῦ θήλεος ἀεὶ ξηρότερον εἶναι καὶ θερμότερον, τὸ
7
δ’ εὐνουχισθὲν ἄῤῥεν ὁμοιοῦσθαι τῷ θήλει, καθάπερ γε καὶ
8
τὸ νέον ἅπαν. αὐτῶν δὲ τῶν νέων τὸ θῆλυ τοῦ ἄῤῥενος
9
ὑγρότερόν τε εἶναι καὶ ἧττον θερμόν. οὕτως οὖν καὶ τὸ
10
μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε
11
καὶ ξηρότητι καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, ἀπολείπεται
12
δὲ καὶ τὸ τῶν αἰγῶν τοῦ τῶν τράγων, αὐτῶν δὴ πάλιν
13
τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ
14
ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσι. καὶ γὰρ καὶ
15
θερμότατον αὐτῶν ἐστι καὶ λεπτομερέστατον, ὥστε εἰ μίξαις
16
αὐτὸ τοῖς πρὸς ἕλκη καὶ φλεγμονὰς ἁρμόττουσι φαρμάκοις,
17
οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις δριμύτερον τοῦ
18
προσήκοντος ἐργασάμενος. ὄγκοις δὲ χρονίοις ἐσκληρυσμένοις 12.328
1
καὶ νεύρων ἀγκύλαις καὶ ἁπλῶς ὅσα σκιῤῥώδη, προσφορώτατόν
2
ἐστιν ἐφ’ ὧν ἀπρακτότατον φαίνεται τὸ τῶν
3
ὑῶν. τὸ δὲ τῶν ταύρων ἶσόν πως ἑκατέρου διέστηκεν, ὅσῳ
4
θερμότερόν τέ ἐστι καὶ ξηρότερον τοῦ τῶν ὑῶν, τοσούτῳ
5
καὶ τοῦ τῶν λεόντων ἀπολειπόμενον. ὡς ἂν οὖν ἐν τῷ μέσῳ
6
τεταγμένον, εἰκότως ἑκατέρῳ τῷ γένει μίγνυται τῶν φαρμάκων,
7
τοῖς τε τὰ σκιῤῥώδη θεραπεύουσι. καὶ τοῖς τὰ φλεγμαίνοντα
8
πέπτουσιν, ὁποῖόν ἐστιν τὸ τετραφάρμακον ὀνομαζόμενον
9
ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος
10
συγκειμένου. εἰς γάρ τοι τοῦτο, κᾂν ταύρειον βάλῃς κᾂν
11
μόσχειον κᾂν τράγειον κᾂν αἴγειον κᾂν ὕειον, ἐκπυπτικόν
12
τε καὶ πεπτικὸν ἐργάσῃ φάρμακον. ἀλλὰ τὸ μὲν ὕειον ἐμβληθὲν
13
ἐπὶ παίδων ἁρμόζει καὶ γυναικῶν καὶ συνελόντι φάναι
14
τῶν ἁπαλοσάρκων, τὸ δὲ τοῦ ταύρου σκαπανεῦσι καὶ θερισταῖς
15
καὶ πᾶσι τοῖς σκληρὰς ἔχουσι σάρκας ἢ διὰ τὴν
16
φυσικὴν κρᾶσιν ἢ διὰ τὴν ἰδέαν τοῦ βίου χρήσιμον ὑπάρχει.
17
χρονίζον δ’ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε
18
καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. ὑπάρχει δὲ 12.329
1
τοῦτο σχεδὸν ἅπασι τοῖς χρονίζουσιν, ὅσα γε μὴ φθάνει
2
σαπῆναι. καὶ γὰρ οἶνος καὶ μέλι καὶ ὄξος καὶ τυρὸς καὶ
3
βούτυρον καὶ οἴσυπος ἔλαιόν τε πᾶν, εἴτε σχίνινον εἴτε κίκινον
4
εἴτε ῥαφάνινον εἴτ’ αὐτὸ τὸ ἐκ τῶν ἐλαιῶν εἴη, χρονίζοντα
5
λεπτότερά τε καὶ λεπτομερέστερα γίνεται καὶ διὰ
6
τοῦτο δριμύτερά τε γευομένοις φαίνεται διαφορητικώτερόν
7
τε χρωμένοις, ἐπὶ τῶν σκληρυνομένων τε καὶ δυσλύτων
8
ἁπάντων παθῶν. ἐγὼ μὲν οὖν εἴρηκα δριμύτερον γευομένοις
9
φαίνεσθαι. τινὲς δὲ τῶν διαφθειρόντων τὰ σημαινόμενα
10
τῶν ὀνομάτων οὐ δριμέα καλοῦσιν, ἀλλὰ στύφοντα
11
τὰ τοιαῦτα πάντα, μέχρι τοῦ πεπέρεως, ὡς οὐδὲν διαφέρον
12
ἢ στῦφον εἰπεῖν ἢ δριμύ. καὶ εἰ αὖθις αὐτοὺς ἔροιο
13
περί τε κηκίδων καὶ μύρτων καὶ μεσπίλων καὶ σιδίων ῥοιᾶς,
14
ὀμφακίου τε καὶ ῥοῦ, καὶ ταῦτα στύφειν φασὶ, καίτοι γε
15
ἐναντιωτάτην αἴσθησιν ἔχομεν ἐπ’ αὐτῶν τῆς γινομένης ἡμῖν
16
ἀπὸ πεπέρεως καὶ πυρέθρου καὶ νάπυος, εὐφορβίου τε καὶ
17
κρομμύου καὶ σκορόδου καὶ ἀδάρκης. εἰ μὲν οὖν ὡς τὸ τῆς
18
στύψεως ὄνομα κοινὸν ἐπιφέρουσιν, κατ’ ἀμφοτέρων τῶν
19
γιγνομένων ἡμῖν ἐν τῇ γεύσει παθῶν, οὕτω καὶ αὐτὰ τὰ 12.330
1
πάθη μίαν ἔχειν οἴονται φύσιν, ἀλλ’ ὅτι μᾶλλον ἢ ἀνθρώπους
2
αὐτοὺς εἶναι νομιστέον ἰδίας αἰσθήσεις ἔχοντας μόνους.
3
εἰ δ’ ὄμφακα μὲν καὶ ῥοῦν καὶ κηκῖδα βαλαύστιόν τε καὶ
4
ὑποκυστίδα, συνάγειν τε καὶ σφίγγειν ἡμῶν ὁμολογοῦσι τὴν
5
οὐσίαν, διακρίνειν τε καὶ δάκνειν καὶ διεξέρχεσθαι τὸ πέπερι
6
καὶ νᾶπυ καὶ πύρεθρον, ἀκύρως μὲν ὀνομάζουσι στύφοντα
7
τὰ δάκνοντα καὶ θερμαίνοντα, τῆς γνώσεως μέντοι τῶν φαρμάκων
8
αὐτῶν οὐχ ἡμαρτήκασιν. εἰ δὲ δεῖ στοχασάμενον εἰπεῖν
9
πότερον ἐν τοῖς ὀνόμασιν ἢ ἐν τοῖς πράγμασι σφάλλονται,
10
φαίην ἂν ἔγωγε μᾶλλον ἐν τοῖς ὀνόμασιν ἐσφάλθαι
11
τοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἀήθεις Ἑλλάδος φωνῆς,
12
οἷός ἐστιν ὁ Ἀναζαρβεὺς Διοσκορίδης, πολλὰ μὲν καλῶς εἴρηκε
13
τῶν περὶ τῆς ἰατρικῆς ὕλης ἱστορουμένων, ἀγνοῶν δὲ
14
τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. οὗτος οὖν, ὅταν
15
λέγει στυπτικώτερον στέαρ εἶναι τὸ τῶν αἰγῶν τοῦ τῶν ὑῶν,
16
εἰ μὲν οὖν τὸ δριμύτερον διὰ τοῦ στυπτικωτέρου βούλεται
17
δηλῶσαι, ἐκδεξόμεθα τὸν λόγον ὡς ἀληθῆ· εἰ δὲ τὸ τοιαύτην
18
ἔχον ποιότητά τε καὶ δύναμιν, οἷον ῥοῦς καὶ ῥῆον ὑπόκυστίς 12.331
1
τε καὶ βαλαύστιον, οὐκ ἀληθῆ φήσομεν εἶναι τὸν λόγον.
2
ἐπειδὴ δὲ καὶ τὸ τῶν ἐχιδνῶν στέαρ, ὅταν ἐκ ῥιζῶν
3
τις ἀνασπάσας τὰς ἐν ταῖς μασχάλαις τρίχας ἐπαλείφῃ, φασὶ
4
μὴ καὶ ταύτας φύεσθαι, κάλλιον ἔδοξέ μοι καὶ τούτου πειραθῆναι,
5
καὶ πράξας ὡς ἐκέλευσαν εὗρον ψευδομένους αὐτοὺς,
6
ὥσπερ καὶ ὅτι τὰς ἀρχὰς τῶν ὑποχύσεων ἰᾶται.
7
τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττείν ἀληθῶς
8
ἔγραψαν, ἔχομεν δ’ αὐτοῦ δοκιμώτερα φάρμακα πρὸς τὸ πάθος.
9
ἀλλὰ τό γε μὴν τῶν ἀλωπέκων ὅταν ὠταλγίας φῶσι
10
θεραπεύειν, ἄνευ τοῦ διορίσασθαι ποίας λέγουσιν ὠταλγίας,
11
ὡς οὐδὲ γινώσκουσιν διηρθρωμένως αὐτοῖς ἃ λέγουσιν, οὐδ’
12
ὅλως χρὴ προσέχειν τὸν νοῦν. ἄλλοι δὲ ἰχθύων ἐπαινοῦσι
13
στέαρ, ὡς πρὸς τὰς ὑποχύσεις ἢ ὅπερ ἂν ἐθέλωσι πάθος
14
ὀνομάζειν. ἕτεροι δ’ οὐχ ἁπλῶς ἰχθύων, ἀλλὰ ποταμίων γράφουσιν,
15
ἄλλοι δὲ μᾶλλον θαλαττίων, ἵνα δοκῶσί τι πλέον
16
ἐπίστασθαι τῶν πολλῶν.