Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


11  καʹ.Περὶ μίσυος.Μίσυ. κατὰ τὸ μέταλλον
12 ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας
13 τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ
14 τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον,
15 ἐν τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας
16 ἐπ’ ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’
17 αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. δὲ κατ’ ἐκεῖνον 12.227
1 τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα,
2 καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας
3 ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα
4 ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ
5 πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δ’ εἰς τὴν Ῥώμην
6 ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λʹ.
7 καὶ κατά τινα τύχην προκειμένη πραγματεία μέχρι μὲν
8 τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος
9 αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν
10 λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας
11 ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ
12 ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ
13 τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο.
14 δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην
15 ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν
16 ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου.
17 θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας
18 τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ 12.228
1 ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπ’ αὐτῷ δὲ μεταξὺ χαλκίτεώς τε
2 καὶ μίσυος οἷον ἡμίῤῥοπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή.
3 τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δ’ ἐν τῷ
4 βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα.
5 τοῦτ’ οὖν θεασάμενος, ἐννοήσας τε καὶ κατὰ τὸ μέταλλον,
6 οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν
7 ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρ’ ἐμοὶ τοῦ σώρεως,
8 ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι
9 καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ
10 δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστ’ οὐδὲν
11 θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ
12 σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳ
13 τε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς
14 τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δ’ ἀμφοῖν
15 δύναμιν χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς
16 καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα
17 στύψεως. ἧττον δ’ ἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς  12.229
1 σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον
2 αὐτῆς ὂν θερμὸν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς
3 ἔχει τοῦτο. χυτῶν δ’ ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν,
4 καὶ μᾶλλόν γε τῆς χαλκίτεως τοῦ μίσυος, οὐ τήκεται
5 τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν
6 τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ
7 τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως
8 δὲ καὶ δυστηκτότερόν ἐστιν.