Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


6  καʹ.Περὶ λυκείας κόπρου.Τὴν δὲ τῶν λύκων
7 ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ
8 καὶ τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδον
9 δέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ παθήματι καὶ τοὺς
10 ἁλόντας οὐκέτ’ οὐδέποτ’ αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’
11 οὐδὲ μετ’ ὀλίγον χρόνον. ἐλάμβανε δὲ κᾀκεῖνος τὴν λευκοτέραν
12 κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν
13 ἀποκρίνεται. ἐθαύμασα δ’ ἐπ’ αὐτῷ, ὅτι καὶ περιαπτόμενον
14 πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανεν οὖν οὗτος τὴν
15 κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν, οὐ χαλεπῶς δὲ γίνεται
16 τοῦτο. φύσιν γὰρ ἔχει ἐκεῖνο τὸ ζῶον, καθάπερ κύων,
17 ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν ἐνουρεῖν καὶ ἀποπατεῖν
18 πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. ἐπ’ ἀκάνθαις τε οὖν 12.296
1 πολλάκις εὑρίσκεται θέρους ἐν ὥρᾳ λυκεία κόπρος ἐπί τε
2 θάμνοις τισὶ καὶ κλείθροις καὶ βοτάναις εὐαυξέσιν. εὑρίσκεται
3 δὲ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν τι τοῦ
4 καταβεβρωμένου ζώου διαπεφευγότος, ὥσπερ τὴν μάσησιν,
5 οὕτω καὶ τὴν πέψιν, καὶ αὐτὸ κόπτων καὶ λειῶν ἐδίδου
6 πίνειν τοῖς κωλικοῖς. καὶ εἰ καθαρότητος ἄνθρωπος εἴη
7 καὶ ἁλῶν καὶ πεπέρεως τινος τῶν τοιούτων, ἐμίγνυεν.
8 ἐδίδου δὲ τοὐπίπαν μὲν δι’ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν,
9 ἔστι δ’ ὅτε καὶ δι’ ὕδατος. τὸ δ’ οὖν περιαπτόμενον
10 τῆς κόπρου ταῖς λαγόσι τοῦ πάσχοντος ἐκέλευσεν ἔχειν ἄρτημα,
11 μάλιστα μὲν ἐξ ἐρίου γεγονὸς οὐ τοῦ τυχόντος προβάτου.
12 πολὺ γὰρ εἶναι βέλτιον ὑπὸ τοῦ λύκου διεσπασμένου
13 ἐπὶ τὸ πρὸς τὴν τοιαύτην χρείαν ἐπιτήδειον ἐσόμενον.
14 εἰ δὲ μὴ παρείη τὸ τοιοῦτον ἔριον, ἐκ δέρματος ἐλαφείου
15 τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖς λαγόσι καὶ αὐτὸ τὸ
16 περιέξον τὴν κόπρον ἐκέλευσεν εἶναι. ἡμεῖς δὲ καὶ εἰς χυτρίδιον
17 τηλικοῦτον, ἡλίκος ἐστὶν μέγιστος κύαμος, ἐμβάλλοντες
18 τῆς κόπρου περιήψαμεν ἐνίοις ἕνεκα πείρας, ἐθαυμάσαμέν 12.297
1 τε φανερῶς ὠφεληθέντας ἰδόντες τοὺς πλείστους αὐτῶν.
2 ἐποιοῦμεν δὲ τῷ χυτριδίῳ δύο τινὰ καθάπερ ὦτα, δι’ ὧν
3 ἱμὰς διεβάλετο. τοῦτο μὲν δὴ κατὰ τὸ πάρεργον, εἰ μέλλει
4 τις καὶ τοῖς οὕτω περιαπτομένοις πιστεύειν, λέγω δ’
5 οὕτως, ὥστ’ οὐσίαν εἶναι τὴν περιαπτομένην, οὐκ ὀνόματα
6 βάρβαρα, καθάπερ εἰώθασιν ἔνιοι τῶν γοήτων, ἐπείτοι καὶ
7 ἄλλων οὐσιῶν ἐπειράθην ὁμοίως ἐνεργουσῶν ἐπ’ ἄλλων παθῶν.
8 ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ αὐτῶν λέγειν, ἴωμεν οὖν
9 αὖθις ἐπὶ τὸ προκείμενον.