9
κβʹ.Περὶ μολυβδαίνης.Μολύβδαινα λιθαργύρῳ
10
παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι
11
τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ ῥυπτικῆς
12
μετέχει δυνάμεως, ἔστι δ’ ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ
13
ὥσπερ οἱ λίθοι καὶ ἡ καδμεία καὶ ἡ ψάμμος ἄτηκτα. ταχίστη
14
δ’ αὐτῶν ἡ τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ
15
ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις.
16
ὥσπερ δ’ ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι
17
γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου,
18
κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην 12.230
1
παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς
2
Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’ Ἐργαστήρια
3
κώμη τις, ἐν ᾗ καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου
4
καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους
5
τεσσαράκοντα.