13
ηʹ.Περὶ κεράτων ἐλάφου καὶ αἰγῶν.Κέρασιν ἐλάφου
14
καὶ αἰγὸς κεκαυμένοις μάλιστα χρῶνται, καθάπερ καὶ
15
ἡμεῖς ἐχρησάμεθα πολλάκις εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας
16
καὶ προστέλλειν τὰ οὖλα τὰ πλαδαρά. τὸ δὲ τῆς ἐλάφου
17
τινὲς τῶν γραψάντων τὰ τοιαῦτα μάλιστ’ ἐπαινοῦσιν,
18
ὡς εἰ μετὰ τὸ καυθῆναι πλυθείη καὶ δυσεντερίαν καὶ πτύσιν 12.335
1
αἵματος, ἔτι τε τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν,
2
ἰκτερικοῖς τε διδόμενον ὠφέλιμον, ἐπὶ πάντων δὲ τούτων
3
κελεύουσι διδόναι κοχλιάρια δύο, μεμίχασι δὲ αὐτό τινες,
4
ὡς εἴρηται, κεκαυμένον τε καὶ πεπλυμένον καὶ τοῖς ξηραίνουσι
5
κολλυρίοις τὰ ἐν ὀφθαλμοῖς ῥεύματα. ἔστι γὰρ δηλονότι
6
πάντων τῶν τοιούτων ἡ δύναμις ξηραντικὴ, καθάπερ
7
καὶ εἴρηται.