17
ιγʹ.Περὶ κισσήρεως.Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς 12.222
1
τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν
2
τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον
3
οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ
4
αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα
5
καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο
6
δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις
7
τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει
8
προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη.
9
δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει
10
μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν
11
ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ
12
αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει
13
τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα
14
κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.