14
εʹ. Περὶ μαράθρουΜάραθρον θερμαίνει μὲν
15
ἰσχυρῶς, ὡς ἐκ τῆς τρίτης ἤδη δύνασθαι τάξεως εἶναι· ξηραίνει
16
δ’ οὐχ ὁμοίως, ἀλλὰ κατὰ τὴν πρώτην ἄν τις αὐτὸ θείη ἐν
17
τῷδε τάξιν, καὶ διὰ τοῦτο γάλακτος γεννητικόν ἐστιν, οὐκ
18
ἂν γεννῆσαν, εἴπερ ἐξήραινεν ἰσχυρῶς, ὑποχεομένοις τε βοηθεῖ 12.68
1
κατὰ τὸν αὐτὸν λόγον. ἔστι δὲ καὶ οὐρητικὸν καὶ καταμηνίων
2
ἀγωγόν. ἔστι δὲ καὶ ἕτερον μάραθρον ἄγριον, ὃ
3
καλοῦσιν διὰ τὸ μέγεθος ἱππομάραθρον, οὗ ἡ ῥίζα καὶ τὸ
4
σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως ἢ κατὰ τὸ ἥμερον·
5
ὥστε μοι δοκοῦσι καὶ τὴν γαστέρα κατὰ τοῦθ’ ἱστάναι. οὐ
6
γὰρ δὴ στύψεώς γε σαφοῦς αὐτοῖς μέτεστι. τούτου μὲν οὖν
7
οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ
8
παραπλήσιον ὑπάρχει καὶ δύναται καὶ λίθους θρύπτειν
9
καὶ ἰκτεριῶντας ἰᾶσθαι καὶ καταμήνια κινεῖν καὶ οὔρησιν
10
προτρέπειν, οὐ μὴν ἀθροίζειν γάλα καθάπερ τὸ πρότερον.
11
ἕτερον δ’ ἐστὶν ἱππομάραθρον, οὗ τὸ σπέρμα στρογγύλον ἐστὶ
12
καὶ δριμὺ τῷ τοῦ κοριάνου παραπλήσιον, ὅμοιον μὲν τῇ
13
δυνάμει τῷ τοῦ ἱππομαράθρου, ἀσθενέστερον δέ.