6
ιδʹ.Περὶ ἱδρῶτος.Ἱδρώς. ἕν τι καὶ τοῦτο τῶν ἐν
7
σώματι τοῦ ζώου γεννωμένων ὑγρῶν, ὕλην τε τὴν αὐτὴν
8
ἔχον καὶ τρόπον γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. ἐκ γὰρ τῆς
9
πινομένης ὑγρότητος ἡ γένεσις ἀμφοτέρων ἐστὶ, θερμαινομένης
10
τε ἅμα κατὰ τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης.
11
ἐπὶ πλέον δ’ ὁ ἱδρὼς κατείργασται, διεξεληλυθὼς
12
ἄχρι τοῦ δέρματος ἅπαντα τὰ μεταξὺ μόρια. διαφέρειν γε
13
μὴν ἀναγκαῖον ἀλλήλων ἐστὶ καὶ τοὺς ἱδρῶτας καὶ τὰ οὖρα
14
παρά τε τὰς τῶν ζώων κράσεις, φύσει τε καὶ κατὰ τὰς ἡλικίας
15
ὑπηλλαγμένας ἀλλήλων, οὐ σμικρὰ καὶ κατὰ τὴν προηγουμένην
16
δίαιταν. εὔδηλον δὲ, κᾂν παραλείπηταί ποτε τὸ
17
κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν,
18
ἔτι δὲ καὶ τὰς χώρας, διαφορὰν οὐ σμικρὰν ἐργάζεσθαι τοῖς 12.282
1
σώμασιν τῶν ζώων. ἀλλ’ ἕνεκα τῆς κατὰ τὸν λόγον συντομίας
2
ἑνὶ κεφαλαίῳ περιλαμβάνειν εἴωθα τὰ τοιαῦτα πάντα
3
κατὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν ὑπαλλάττεσθαι λέγων
4
αὐτά. καὶ γὰρ καὶ τὰς ἐν ταῖς χώραις διαφορὰς κατὰ
5
θερμασίαν καὶ ψύξιν οὗτος περιλαμβάνει, καθάπερ καὶ τὰς
6
ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν ἢ τὴν προγεγονυῖαν κατάστασιν.
7
ὅταν οὖν ὁ λόγος ἤτοι περὶ οὔρων ἢ ἱδρώτων
8
ἢ αἵματος ἢ πιμελῆς ἢ στέατος ἤ τινος ἄλλου τῶν κατὰ
9
τὸ σῶμα γίνηται, διαιρουμένων ἡμῶν τὰς ἐν τοῖς ζώοις διαφορὰς,
10
ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ἀκούειν χρὴ τοῦ λόγου
11
τὴν μέσην τῆς ἑαυτῶν οἰκείας κράσεως ἐχόντων κατάστασιν·
12
οὕτως καὶ ὁ ἱδρὼς, ὅτι μὲν οὖν τῆς ἁλυκῆς τε καὶ
13
ἁλμυρᾶς ὀνομαζομένης μετέχει ποιότητος, ἡ γεῦσις μαρτυρεῖ.
14
παραῤῥυεὶς γὰρ εἰς τὸ στόμα πολλάκις ἀκόντων ἱδρὼς ἐνδείκνυται
15
τὴν εἰρημένην ποιότητα, πολλάκις δὲ αὐτὴ καὶ πικρότητα
16
σαφῆ συνενδείκνυται. δηλοῖ γε μὴν καὶ ἡ χρόα αὐτοῦ
17
τὴν φύσιν. ὥσπερ γὰρ τὸ κατὰ φύσιν οὖρον ὠχρὸν μετρίως
18
ἐστὶν, οὕτω καὶ ὁ ἱδρώς. γνώσῃ δὲ τοῦτο ῥᾳδίως ἐπὶ 12.283
1
τῶν λουομένων, ὅταν ἐλαίου χωρὶς ἀποστλεγγίζωνται. κατὰ
2
γὰρ τὸ κοῖλον τῆς στλεγγίδος ἀθροίζεται, τήν γε χρόαν ἐνδεικνύμενον
3
οἵαν εἴρηκα καὶ τὴν γεῦσιν, τὸ μὲν ἁλυκὸν ἔχων
4
ἐναργῶς, ἀμυδρὸν δὲ τὸ πικρόν. ἀλλὰ περὶ μὲν οὔρου καὶ
5
πλείω τοῦ προσήκοντος ἔγραψαν οἱ ἰατροὶ, διὰ τὸ δαψιλὲς
6
ἑκάστης ἡμέρας ἀθροίζεσθαι τοῦτο πᾶσιν ἀνθρώποις
7
ἰδίᾳ τε καὶ δημοσίᾳ. περὶ δὲ τῶν ἱδρώτων ἢ οὐδὲν ἢ τῶν
8
περιέργων τινὰ μᾶλλον, ἃ γοητείας ἔχεται. καὶ χωρὶς δὲ τῶν
9
τοιούτων ἀναγεγράφασιν ἔνιοι περιττὰ δι’ ἄλλης ὕλης ἰατρικῆς
10
γίνεσθαι δυνάμενα. μίγνυται δ’ ἱδρὼς ἐν ταῖς παλαίστραις
11
ὁ τῶν γυμναζομένων τῷ πάτῳ, κονίσαλον δ’ αὐτὸν
12
ὀνομάζουσιν ἔνιοι τῶν περιέργως ἀττικιζόντων, συντελοῦν τι
13
τῷ ψιλῷ πάτῳ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν.
14
ἐκεῖνος γὰρ τὸ μὲν ἀποκρουστικὸν πλέον ἔχει, διαφορητικὸν
15
δ’ ἀμυδρὸν πάνυ. μετὰ δὲ τὸ δέχεσθαι τὸν ἱδρῶτα τῶν γυμναζομένων
16
ἐπικτᾶται πολὺ τῆς διαφορητικῆς δυνάμεως. ἐπὶ
17
γοῦν τῶν φλεγμονῶν τῶν τιτθῶν δραστικώτερόν ἐστι βοήθημα
18
μόνος ὁ τοιοῦτος πάτος ἐπιτιθέμενος. ἐὰν δὲ ξηρότερόν 12.284
1
σοι φάνηται, κύπρινον ἐπαλείφειν, κᾂν πάνυ σφόδρα
2
ξηρὸς ᾖ, καὶ ἀναμάλαττε τῷ κυπρίνῳ. κάλλιον δὲ μὴ τὸν
3
ξηρὸν, ἀλλὰ τὸν μαλακὸν αἱρεῖσθαι. μὴ παρόντος δὲ τοῦ
4
κυπρίνου ῥόδινον καλὸν ἀρκεῖ μιγνύειν. τοῦτο τὸ φάρμακον
5
καὶ πρὸς τὰς ἐκ τόκων σβέσαι τὸ γάλα προαιρουμένας, ὅταν
6
οἷον τυρωθῇ κατὰ τοὺς μαστοὺς, χρήσιμον ἱκανῶς ἐστιν. ἐξ
7
αὐτοῦ δὲ ὁρμώμενος καὶ πρὸς ἄλλα παραπλήσια παθήματα
8
χρῆσθαι δύνασαι. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ
9
χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον.