18
στʹ.Περὶ βδελλίου.Βδέλλιον τὸ μὲν Σκυθικὸν ὀνομαζόμενον, 11.850
1
ὃ δὴ καὶ μελάντερόν ἐστιν καὶ ῥητινωδέστερον,
2
μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ
3
δ’ ἕτερον τὸ Ἀραβικὸν, ὃ δὴ καὶ διαυγέστερόν ἐστι, μᾶλλον
4
ξηραίνει τῶν μαλακτικῶν. ὅσον οὖν ἐστι νέον αὐτοῦ, καὶ
5
ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον
6
εἰς ὅσα περ καὶ τὸ Σκυθικόν. ὅσον δὲ παλαιότερόν τέ ἐστι
7
καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρὸν, ἐκπέπτωκεν
8
ἤδη τοῦτο τὴν τῶν μαλαττόντων τὰ σκιῤῥούμενα
9
συμμετρίαν. χρῶνται δ’ αὐτοῖς τινες, καὶ μάλιστα τῷ Ἀραβικῷ.
10
ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων, ἀσίτῳ πτυέλῳ
11
δεύοντες, ὡς ἐμπλαστρώδη σύστασιν ἔχειν. τὸ δὲ Ἀραβικὸν
12
καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά
13
τε προτρέπειν καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς
14
ἐξιᾶσθαι καὶ πόνους πλευρῶν καὶ ῥήγματα.