17
λθʹ.Περὶ ψιμμυθίου.Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον
18
μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ 12.244
1
γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε
2
δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν
3
τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως.
4
καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον
5
δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν
6
λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ
7
πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου
8
φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’
9
αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων
10
τὴν δύναμιν αὐτοῦ.