Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


14 ιαʹ.Περὶ δρυός.Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης
15 μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ
16 πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου,
17 τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον, 11.866
1 αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα
2 χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δ’ ἀφέψοντες
3 αὐτῷ χρῶνται. σφοδρότερον δ’ ἔτι στύφει φηγὸς
4 καὶ πρῖνος, εἴτ’ οὖν εἴδη δρυὸς ὀνομάζειν αὐτά τις εἴτε
5 καὶ διαφέρειν ὅλῳ τῷ γένει βούλοιτο. καὶ δὴ καὶ τὰ φύλλα
6 τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν
7 οὐκ ἀγεννῶς πέφυκε, τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον,
8 εἰς ὅσον καὶ στύψεως ἧττον μετείληφεν. ἔγωγ’ οὖν οἶδα καὶ
9 κολλήσας ποτὲ τραῦμα δρεπάνῳ γεγονὸς, οὐδαμῶς ἑτέρου
10 παρόντος φαρμάκου, τοῖς φύλλοις τῆς δρυός. ἔτριψα δ’ ἐπὶ
11 πέτρας λείας αὐτὰ καὶ τὸ τραῦμα μετὰ τοῦ πέριξ χωρίου
12 παντὸς κατέπλασα. ἔστι δὲ τῆς αὐτῆς τοῖς φύλλοις δυνάμεως
13 καὶ καρπὸς τῆς δρυός. καὶ κέχρηνταί γε τούτῳ τινὲς
14 τῶν ἰατρῶν ἐπὶ τῶν ἀρχομένων ἔτι καὶ αὐξανομένων
15 φλεγμονῶν. ὅσαι γὰρ ἤδη σφοδραὶ τῶν στυφόντων οὐ δέονται.
16 τὰ μὲν δὴ τοιαῦτα θεραπευτικῆς μᾶλλον τῆς ἐνεστώσης
17 ἐστὶ πραγματείας. ἀπόχρη δ’ εἴς γε τὰ παρόντα γιγνώσκειν
18 ὡς στυπτικῆς μὲν εἰς ὅσον εἴρηται μετείληφε δυνάμεως 11.867
1 δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς,
2 θερμῆς δ’ ἐπ’ ὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς
3 ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.