3
λδʹ.Περὶ χαλκάνθου.Χάλκανθος. ἱστόρηταί μοι καὶ
4
περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα
5
γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ.
6
τὸ δ’ ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κʹ χαλκῖτις
7
ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω
8
μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι
9
τοῦ βάθους ἡ μεταβολὴ προσέρχηται καθ’ ἕκαστον
10
ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι
11
δ’ ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ
12
στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι
13
μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν
14
μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον
15
καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ
16
προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ
17
καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν 12.239
1
οὐσίαν. ἐν δ’ οὖν τῇ Κύπρῳ, καθ’ ὃν ἐγὼ καιρὸν ἐγενόμην
2
ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην
3
ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός
4
γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ
5
οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν
6
κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον,
7
εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ
8
ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. ἡ
9
δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης.
10
ἐπὶ τῷ τέλει δ’ αὐτῆς οὔσης ὡς σταδιαίας λάκκος
11
ὕδατος χλωροῦ τε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ
12
δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους
13
οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια
14
καλεῖν. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος
15
ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς,
16
ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας
17
καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον.
18
ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον
19
πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων 12.240
1
γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο
2
χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος,
3
ἔνθα τὸ χλιαρόν τε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο,
4
καὶ ἡ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα
5
χαλκίτεώς τε καὶ ἰοῦ. τοιαύτην δ’ εἶχε ποιότητα καὶ αὐτὸ
6
τὸ ὕδωρ γευόμενον. ταῦτ’ ἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς
7
τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ
8
ὑπέμενον ἐνδιατρίβειν, ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν
9
ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ
10
συμμέτρου διαστήματος, οἵτινες οὐδ’ αὐτοὶ χρόνον ἐξήρκουν
11
μακρὸν, ἀλλ’ ἐσβέννυντο τάχιστα. τὸ δ’ οὖν ὄρυγμα
12
τοῦτο κατὰ βραχὺ διωρύχθαι παρ’ αὐτῶν ἤκουον σὺν ἔτεσι
13
πολλοῖς. τουτὶ γὰρ ἔφασαν, ὃ νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου
14
καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν
15
αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς ᾖ τοῦ παύσασθαι,
16
πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου.
17
καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι
18
μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν. 12.241
1
ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν,
2
ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου
3
λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι
4
μέντοι μᾶλλον ἢ ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ ὅτι
5
κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως
6
καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ ἐκ τούτων
7
ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον
8
ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν
9
γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ
10
χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ
11
καὶ, σπόδιον καὶ διφρυγές.