10
νεʹ.Περὶ κρίνου.Κρίνου τὸ μὲν ἄνθος κράσει μικτόν
11
ἐστιν ἐκ λεπτομεροῦς τέ τινος καὶ γεώδους οὐσίας, ἐξ
12
ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους
13
εὐκράτου. ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ
14
μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως,
15
ἐξ ὧνπερ καὶ ταῖς ἐν μήτραις σκληρότησιν ἐπιτηδειότατόν
16
ἐστιν, καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα
17
ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. οὕτω γοῦν
18
κᾀπὶ τῶν κατακαυμάτων ἁρμόττει. δεῖται γὰρ καὶ ταῦτα 12.46
1
μετρίως ξηραντικῆς τε ἅμα καὶ ῥυπτικῆς δυνάμεως. τὴν μὲν
2
οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες ἐπιτιθέασι
3
τοῖς κατακαύμασιν ἄχρι συνουλώσεως. ἔστι γὰρ καὶ
4
ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ
5
μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται.
6
τὰ δὲ φύλλα προσέψοντες ἐπιτιθέασιν καὶ αὐτὰ μέχρι κατουλώσεως
7
οὐ τοῖς καύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις
8
ἕλκεσιν. καὶ ταριχεύουσι δέ τινες ἐν ὄξει καὶ χρῶνται τραυματικοῖς.
9
πλεῖον δ’ ἐν τῇ ῥίζῃ τῆς ῥυπτικῆς ἐστι δυνάμεως
10
ἤπερ ἐν τοῖς φύλλοις, οὐ μὴν οὐδ’ ἐν ταύτῃ πολὺ, καθὰ
11
προείρηται· τῆς πρώτης γάρ εἰσι τάξεως τῶν ῥυπτικῶν φαρμάκων,
12
ὅθεν ὅταν ἀλφοὺς ἢ ψώραν ἢ λέπραν ἢ ἀχῶρας ἤ
13
τι τοιοῦτον ἀποῤῥῦψαι βουληθῶμεν, ἐπιμίγνυμεν αὐτῇ τῶν
14
ἄλλων τι τῶν ἰσχυροτέρων φαρμάκων, οἷόν πέρ ἐστιν καὶ
15
τὸ μέλι. συμμέτρως δὲ αὐτῇ τοῦτο μιχθὲν καὶ πρὸς τὰς
16
τῶν νεύρων ἁρμόττει διαιρέσεις καὶ πρὸς τὰ ἄλλα σύμπαντα
17
ὅσα δεῖται ξηραίνεσθαι σφοδρῶς ἄνευ δήξεως. ἀπεθέμεθα δέ 12.47
1
ποτε καὶ τὸν τῶν φύλλων χυλὸν, ἑψήσαντες σὺν ὄξει καὶ
2
μέλιτι. πενταπλάσιος δ’ ἦν ὁ χυλὸς ἑκατέρου καὶ ἦν εὐδόκιμον
3
τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα
4
χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε τραύματα μεγάλα
5
καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίγνεται τῶν μυῶν,
6
ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν
7
ἐστι. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων
8
πραγματείας ἐστὶ, ἧς ἀπέχεσθαι μὲν ὡς οἷόν τε
9
πειρῶμαι τό γε νῦν εἶναι, πολλάκις δ’ αὐτῆς τῶν πραγμάτων
10
ἡ φύσις ἀναγκάζει προσάπτεσθαι, καὶ ἀποχωρεῖν τε χρὴ
11
ταχέως αὖθις αὐτῶν ἐπανέρχεσθαί τε πρὸς τὰ νῦν ἡμῖν
12
προκείμενα.