13
κεʹ.Περὶ κόπρου περιστερᾶς.Τῇ γοῦν κόπρῳ τῶν
14
νομάδων περιστερῶν, οὕτως γὰρ αὐτὰς ἔνιοι καλοῦσι διαστέλλοντες
15
ἀπὸ τῶν κατοικιδίων, ὡς θερμαίνοντι φαρμάκῳ
16
καὶ αὐτὸς ἐγὼ πάνυ συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ μὲν
17
καρδάμου σπέρματος κεκομμένην τε καὶ διηθημένην ξηρὰν
18
ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων προσφέρων. εὔδηλον 12.303
1
δ’ ὅτι τοὺς κεχρονικότας ἅπαντας ἐν τοῖς τοιοῖσδε λέγω
2
πάθεσιν ὁποῖόν ἐστιν ἰσχιὰς, ἡμικρανία, σκοτώματά τε καὶ
3
σκοτόδινοι καὶ κεφαλαῖαι καὶ τὰ κατὰ πλευρὰς ἢ ὠμοπλάτας
4
ἢ τένοντα ἢ ψόας ἀλγήματα χρόνια, καὶ πρὸς τούτοις
5
ἔτι νεφρίτιδές τε καὶ κοιλιακαὶ διαθέσεις καὶ ποδαγρικαὶ
6
ἀρθρίτιδες, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων ἐν τοῖς ἄρθροις
7
αὐτῶν. αὕτη μὲν οὖν ἡ κόπρος οὐδὲν ἔχει δυσῶδες
8
καὶ μάλιστα ξηρανθεῖσα. διὸ καὶ κατὰ πόλεις αὐτῇ χρώμεθα
9
πολυειδῶς, ἀναμιγνύντες ἄλλοτε ἄλλῳ φαρμάκῳ.