Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


7 ιεʹ.Περὶ σικύου ἀγρίου.Σικύου ἀγρίου καὶ τοῦ
8 καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ
9 τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες
10 εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται
11 καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ
12 τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ
13 θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον.
14 ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς
15 δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον
16 καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ
17 συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἐλαίου παλαιοῦ.
18 ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος
19 ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται.  12.123
1 τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ
2 γε καὶ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν,
3 ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως.
4 καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος
5 δ’ αὐτῆς ἐστιν φλοιός.