Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


13 μθʹ.Περὶ δράκοντος θαλαττίου καὶ τρίγλης.Ζῶντα
14 δ’ ἀναπτυχθέντα καὶ παραχρῆμα προσενεχθέντα τοῖς πεπονθόσι
15 μορίοις ὠφελεῖν ἔγραψαν ζῶα ταυτὶ, δράκοντα μὲν θαλάττιον
16 ἐπὶ τῆς ἰδίας πληγῆς ἐπιτιθέμενον, ὡσαύτως δὲ καὶ
17 τρίγλην ἐπὶ τὴν τοῦ δράκοντος, μῦς δὲ τοὺς κατ’ οἶκον ἐπὶ
18 τὴν τοῦ σκορπίου, καθάπερ καὶ τὴν σαῦραν, μυγαλὴν δ’ ἐπὶ 12.366
1 τὴν ἑαυτῆς καὶ σαῦραν τὴν Χαλκιδικὴν, ἣν καὶ δι’ οἴνου
2 ποτίζουσιν, ὡς θεραπεύουσαν τὸ ἑαυτῆς δῆγμα. καὶ σκορπίον
3 δὲ τὴν ἑαυτοῦ πληγὴν ἐκθεραπεύειν ἐπιτιθέμενον λεῖον·
4 ὡσαύτως δὲ καὶ ὀπτὸν ἐσθιόμενον. ἁρμόττειν δ’ αὐτόν φασι
5 καὶ τοῖς ὑπ’ ἐχίδνης δηχθεῖσιν, ἀσκαλαβώτην δὲ τοῖς ὑπὸ
6 σκορπίου. λέγουσι δὲ κᾀν τοῖς κατ’ Αἴγυπτον χωρίοις σκελετευθέντα
7 τὸν καλούμενον ἀσείρακον τοῖς ὑπὸ σκορπίου πληγεῖσι
8 δίδοσθαι καὶ τὸ καλούμενον κύβιον ἐπὶ κυνὸς δήγματος
9 ὠφελίμως παραλαμβάνεσθαι κατὰ τοῦ τραύματος ἐπιτιθέμενον,
10 ἄλλα τε πολλὰ τοιαῦτα, περὶ ὧν ἐπιπλέον ἐροῦμεν
11 ἐν τοῖς κατὰ ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργοῦσιν. ἐν
12 ἐλαίῳ δ’ ἑψηθέντων ὅλων ζώων ἐχρήσαντο τῷ ἐλαίῳ τινὲς
13 τῶν καθ’ ἡμᾶς ἰατρῶν. ἔνιοι δὲ τῶν ἔμπροσθεν, ἕνεκα
14 μὲν ψιλώσεως τριχῶν πιτυοκάμπαις τε καὶ ταῖς θαλαττίαις
15 ἀκαλήφαις καὶ λαγωῷ τῷ θαλαττίῳ καὶ σκολοπένδρᾳ τῇ
16 θαλαττίᾳ· πρὸς ὠταλγίαν δὲ σίλφαις ἐνεψηθείσαις τῷ ἐλαίῳ
17 καὶ τοῖς καλουμένοις ὀνίσκοις. ἔστι δὲ ζῶα σφαιρούμενα κατὰ
18 τὴν εἰς ἑαυτὸν σύνοδον, ἅπερ ὀνομάζουσί τινες τῶν παρ’ ἡμῖν 12.367
1 κυάμους, ἐπειδὴ παραπλήσιοι τοῖς ἐδωδίμοις κυάμοις εἰσὶν,
2 ὅταν ἑαυτοὺς σφαιρώσωσι φαιοὶ κατὰ τὴν χρόαν ὄντες. ἐπὶ
3 δὲ τῆς ἀγροικίας ἔστιν ἰδεῖν πλείστους τούτους γεννωμένους
4 ὑπὸ ταῖς ὑδρίαις, αἷς ἀπὸ τῶν κρηνῶν κομίζουσι τὸ ὕδωρ
5 οἱ ἀγροῖκοι, κατατίθενται δ’ αὐτὰς πλησίον τῆς ἑστίας, καί
6 τινας τῶν κατὰ ἀγρὸν ἰατρευόντων εἶδον ἀεὶ χρωμένους τῷ
7 ἐξ αὐτῶν ἐλαίῳ πρὸς τὰ τῶν ὤτων ἀλγήματα πάντα, μὴ
8 διοριζομένους κατὰ τίνα γέγονε διάθεσιν· ὅθεν εἰκότως ἐνίοτε
9 μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ καὶ βλάπτουσι. καὶ τί θαυμαστὸν,
10 ὅπου καὶ τῶν ἐνδόξων ἰατρῶν ἔνιοι χωρὶς διορισμοῦ
11 περὶ τῶν τοιούτων ἔγραψαν; τοιαῦτα γοῦν ἐστι καὶ τὰ τῶν
12 εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλία. οὗτος τοίνυν καὶ
13 τὰ τῆς γῆς ἔντερα γέγραφεν ἐν ἐλαίῳ καθεψηθέντα τῶν
14 ὤτων ἀλγήματα πραΰνειν, ἔνιοι δὲ στέατι χηνὸς ἀξιοῦσι
15 μίξαντας οὕτω χρῆσθαι.