Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


5 στʹ. Περὶ ἰσάτιδος.Ἰσάτις μὲν ἥμερος, οἱ βαφεῖς
6 χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω
7 δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά
8 τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ,
9 κᾂν ἐν ταῖς τῶν μυῶν κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων
10 ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις
11 ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς
12 πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται
13 κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος
14 φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις
15 αὐτῆς λεανθεῖσιν ἄρτον κρίθινον ἄλευρον πύρινον
16 ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. δὲ
17 ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν
18 καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα 11.891
1 γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως
2 ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστὶν,
3  ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ
4 τοιαῦτα δ’ ἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ
5 ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος,
6 οὔπω τῆς ἑτέρας ὠφελούσης.