8
ιθʹ.Περὶ κεράσου.Κέρασος τὸ δένδρον καρπὸν
9
φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς
10
μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν
11
καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ
12
ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν
13
τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ
14
τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν
15
μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς
16
στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα
17
μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν
18
εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι 12.23
1
καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε
2
γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ
3
κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι
4
τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς
5
τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε
6
ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον
7
ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς
8
δύναμις.