Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


3 βʹ.Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου.εἷς
4 δέ τίς ἐστι τῶν τοιούτων καὶ καλούμενος αἱματίτης, ἀπὸ
5 τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ
6 γε καὶ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος
7 φαίνεται γάλακτι. παραπλήσιον δ’ αὐτῷ κατὰ τὴν χρόαν
8 τὸν χυλὸν ἐργαζόμενος μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν
9 ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ ἐν τῷ τετάρτῳ
10 τῶνδε τῶν ὑπομνημάτων μὲν γλυκὺς ἅπας χυλὸς
11 ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, δὲ στύφων
12 ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν μὲν αἱματίτης λίθος τοσοῦτον
13 τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, δὲ μελιτίτης
14 σύμμετρον θερμότητα, μέσην δ’ ἀμφοῖν κρᾶσιν γαλακτίτης.
15 εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν
16 μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ ἂν αὐτῷ
17 χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμον
18 τοιαῦτ’ εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, μᾶλλον 12.196
1 ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’
2 ὕδατος. ἄρχου δ’ ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης
3 ἐγχέων, ὅταν δ’ ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον
4 ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ
5 ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ ὑποβολὴν
6 ἐκτροπὴν τοῦ βλεφάρου. δ’ αὐτὸς οὗτος λίθος ὁμοίως
7 ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ
8 πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει
9 τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ
10 μόνῳ καθ’ αὑτόν. ἐγὼ δ’ ἐφ’ ὧν εἶπον ἐχρησάμην,
11  ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα
12 τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ
13 αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς,
14 ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι
15 δ’ ἐγχυματιζόμενος ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ
16 τοῦτο τῇ πείρᾳ.